21
πότερον δὲ ἀπώλοντο, ὦ Μνήσιππε, οἱ ἄνδρες, ἤ τις αὐτοῖς ἐκ παραλόγου σωτηρία ἐγένετο; ὡς ἔγωγε οὐ μετρίως δέδοικα ὑπὲρ αὐτῶν.
21
θάρρει, ὦ Τόξαρι, ἐσώθησαν, καὶ ἔτι καὶ νῦν εἰσιν Ἀθήνησιν ἄμφω φιλοσοφοῦντες. ὁ μὲν γὰρ Σιμύλος ταῦτα μόνα εἶχε λέγειν ἅ ποτε εἶδε τῆς νυκτός, τὸν μὲντὸν μὲν Ν: not ἰη ΓΒ(C)Α. ἐκπίπτοντα, τὸν δὲ ἐπιπηδῶντα, καὶ νηχομένους ἐς ὅσον ἐν νυκτὶ καθορᾶν ἐδύνατο. τὰ δὲ ἀπὸ τούτου οἱ ἀμφὶ τὸν Εὐθύδικον αὐτοὶ διηγοῦνται. τὸ μὲν γὰρ πρῶτον φελλοῖς τισι περιπεσόντας ἀνέχειν ἐπὶ τούτων ἑαυτοὺς καὶ ἀπονήχεσθαι πονηρῶς, ὕστερον δὲ τὴν ἀποβάθραν ἰδόντας ἤδη πρὸς ἕω προσνήξασθαί τε αὐτῇ καὶ τὸ λοιπὸν ἐπιβάντας εὐμαρῶς προσενεχθῆναι τῇ Ζακύνθῳ.
22
μετὰ δὲ τούτους οὐ φαύλους ὄντας, ὡς ἔγωγʼ ἂν εἴποιμι, ἄκουσον ἤδη τρίτον ἄλλον οὐδέν τι χείρονα αὐτῶν.
22
Εὐδαμίδας Κορίνθιος Ἀρεταίῳ τῷ Κορινθίῳ καὶ ΧαριξένῳΧαριξένῳ BΝ: Χαριξείνῳ Γ(C)A. Similarly Just below; but Χαρίξενος without variants, and in § 23. τῷ Σικυωνίῳ φίλοις ἐκέχρητο εὐπόροις οὖσι πενέστατος αὐτὸς ὤν· ἐπεὶ δὲ ἀπέθνησκε, διαθήκας ἀπέλιπε τοῖς μὲν ἄλλοις ἴσως γελοίους,γελοίους ΓΝΒ: γελοίας ΟΑ. σοὶ δὲ οὐκ οἶδα εἰ τοιαῦται δόξουσιν ἀνδρὶ ἀγαθῷ καὶ φιλίαν τιμῶντι καὶ περὶ τῶν ἐν αὐτῇ πρωτείων ἁμιλλωμένῳ· ἐγέγραπτο γὰρ ἐν αὐταῖς, ἀπολείπω Ἀρεταίῳ μὲν τὴν μητέρα μου τρέφειν καὶ γηροκομεῖν, Χαριξένῳ δὲ τὴν θυγατέρα μου ἐκδοῦναι μετὰ προικὸς ὁπόσην ἂν πλείστην ἐπιδοῦναι παρʼ αὑτοῦ δύνηται — ἦν δὲ αὐτῷ καὶ μήτηρ πρεσβῦτις καὶ θυγάτριον ὡραῖον ἤδη γάμου — ἢν δέ τι ἅτερος αὐτῶν ἐν τοσούτῳ πάθῃ, τὴν ἐκείνου μερίδα, φησίν, ἐχέτω ὁ ἕτερος. τούτων ἀναγνωσθεισῶν τῶν διαθηκῶν οἱ τὴν πενίαν μὲν εἰδότες τοῦ Εὐδαμίδα, τὴν φιλίαν δὲ ἣ πρὸς τοὺς ἄνδρας ἦν αὐτῷ ἀγνοοῦντες ἐν παιδιᾷ τὸ πρᾶγμα ἐποιοῦντο καὶ οὐδεὶς ὅστις οὐ γελῶν ἀπηλλάττετο, οἷον Ἀρεταῖος καὶ Χαρίξενος οἱ εὐδαίμονες κλῆρον διαδέξονται, λέγοντες, εἴπερ ἀποτίσουσιν Εὐδαμίδᾳ καὶ ζῶντες αὐτοὶ κληρονομήσονται ὑπὸ τοῦ νεκροῦ.