Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata
24 Μενεκράτει γάρ, ἔφη, τῷ πατρὶ τῆς δυσμόρφου ταύτης φίλος ἦν ὁ Ζηνόθεμις, πλουτοῦντι καὶ τιμωμένῳ ὁμότιμος ὤν. χρόνῳ δὲ ὁ Μενεκράτης ἀφῃρέθη τὴν οὐσίαν ἐκ καταδίκης, ὅτεπερ καὶ ἄτιμος ἐγένετο ὑπὸ τῶν ἑξακοσίων ὡς ἀποφηνάμενος γνώμην παράνομον. οὕτω δὲ οἱ Μασσαλιῶται κολάζομεν, ἔφη, εἴ τις παράνομα γράψειεν. ἐλυπεῖτο οὖν ὁ Μενεκράτης καὶ ἐπὶ τῇ καταδίκῃ, ἐπεὶ ἐκ πλουσίου πένης καὶ ἐξ ἐνδόξου ἄδοξος ἐν ὀλίγῳ ἐγένετο· μάλιστα δὲ αὐτὸν ἠνία θυγάτηρ αὕτη, ἐπίγαμος ἤδη καὶκαὶ ΓΒ. It is needed, for she was  marriageable at an earlier age than eighteen. ὀκτωκαιδεκαέτις οὖσα, ἣν οὐδὲ μετὰ πάσης τῆς οὐσίας τοῦ πατρὸς ἣν πρὸ τῆς καταδίκης ἐκέκτητο ἠξίωσεν ἄν τις τῶν γε εὐγενῶνεὐγενῶν  Γ: ἀγενῶν Β, vulg.(ἀγεννῶν Ν). καὶ πενήτων ῥᾳδίως παραλαβεῖν, οὕτως κακοδαίμονα οὖσαν τὴν ὄψιν. ἐλέγετο δὲ καὶ καταπίπτειν πρὸς τὴν σελήνην αὐξανομένην.
25 ὡς δὲ ταῦτα πρὸς τὸν Ζηνόθεμιν ἀπωδύρετο, θάρρει, ἔφη, ὦ Μενέκρατες, οὔτε γὰρ ἀπορήσεις τῶν ἀναγκαίων καὶ ἡ θυγάτηρ σου ἄξιον τοῦ γένους τινὰ εὑρήσει νυμφίον. καὶ ταῦτα ἅμα διεξιὼν λαβόμενος αὐτὸν τῆς δεξιᾶς ἦγεν εἰς τὴν οἰκίαν καὶ τήν τε οὐσίαν πολλὴν οὖσαν ἐνείματο πρὸς αὐτὸν καὶ δεῖπνον παρασκευασθῆναι κελεύσας εἱστία τοὺς φίλους καὶ τὸν Μενεκράτη, ὡς δή τινα τῶν ἑταίρων πεπεικὼς ὑποστῆναι τῆς κόρης τὸν γάμον. ἐπεὶ δὲ ἐδεδείπνητο αὐτοῖς καὶ ἔσπεισαν τοῖς θεοῖς, ἐνταῦθα δὴ μεστὴν αὐτῷ τὴν φιάλην προτείνας, δέδεξο, εἶπεν, ὦ Μενέκρατες, παρὰ τοῦ γαμβροῦ φιλοτησίαν· ἄξομαι γὰρ ἐγὼ τήμερον τὴν σὴν θυγατέρα Κυδιμάχην· τὴν προῖκα δὲ πάλαι εἴληφα, τάλαντα πέντε καὶ εἴκοσι. τοῦ δέ, ἄπαγε, λέγοντος, μὴ σύ γε, ὦ Ζηνόθεμι· μὴ οὕτω μανείην ὡς περιιδεῖν σε νέον καὶ καλὸν ὄντα κόρῃ αἰσχρᾷ καὶ λελωβημένῃ συγκαταζευγνύμενον, ὁ δέ, ταῦτα διεξιόντος, ἀράμενος τὴν νύμφην ἀπῄει εἰς τὸν θάλαμον καὶ μετʼ ὀλίγον προῆλθεν διακορήσας αὐτήν.
25 καὶ τὸ ἀπʼ ἐκείνου σύνεστιν ὑπεραγαπῶν καὶ πάντῃ ὡς ὁρᾷς περιαγόμενος αὐτήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme