35
εὖ γε, ὦ Μνήσιππε, ὅτι καὶ παροτρύνεις με πρὸς τὸν λόγον, ὥσπερ οὐ πάνυ σοι μέλον εἰ ἀποτμηθείης τὴν γλῶτταν κρατηθεὶς ἐν τοῖς λόγοις. πλὴν ἄρξομαί γε ἤδη, μηδὲν ὥσπερ σὺ καλλιλογησάμενος· οὐ γὰρ Σκυθικὸν τοῦτο, καὶ μάλιστα ἐπειδὰν τὰ ἔργα ὑπερφθέγγηται τοὺς λόγους. προσδοκήσῃς δὲ μηδὲν τοιοῦτο παρʼ ἡμῶν οἷα σὺ διεξελήλυθας, ἐπαινῶν εἴ τις ἄπροικον ἔγημεν αἰσχρὰν γυναῖκα ἢ εἴ τις ἀργύριον ἐπέδωκε γαμουμένῃ φίλου ἀνδρὸς θυγατρὶ δύο τάλαντα, ἢἢ Lehmann: not in MSS. καὶ νὴ Δίʼ εἴ τις παρέσχεν ἑαυτὸν δεδησόμενον ἐπὶ προδήλῳ τῷ μικρὸν ὕστερον λυθήσεσθαι· πάνυ γὰρ εὐτελῆ ταῦτα καὶ μεγαλουργὸν ἐν αὐτοῖς ἢ ἀνδρεῖον ἔνι οὐδέν.
36
ἐγὼ δέ σοι διηγήσομαι φόνους πολλοὺς καὶ πολέμους καὶ θανάτους ὑπὲρ τῶν φίλων, ἵνʼ εἰδῇς ὡς παιδιὰ τὰ ὑμέτερά ἐστιν παρὰ τὰ Σκυθικὰ ἐξετάζεσθαι.
36
καίτοι οὐδὲ ἀλόγως αὐτὸ πεπόνθατε, ἀλλὰ εἰκότως τὰ μικρὰ ταῦτα ἐπαινεῖτε· οὐδὲ γὰρ οὐδέ εἰσιν ὑμῖν ἀφορμαὶ ὑπερμεγέθεις πρὸς ἐπίδειξιν φιλίας ἐν εἰρήνῃ βαθείᾳ βιοῦσιν, ὥσπερ οὐδʼ ἂνἂν Geist: not in MSS. ἐν γαλήνῃ μάθοις εἰ ἀγαθὸς ὁ κυβερνήτης ἐστί· χειμῶνος γὰρ δεήσει σοὶ πρὸς τὴν διάγνωσιν. παρʼ ἡμῖν δὲ συνεχεῖς οἱ πόλεμοι, καὶ ἢ ἐπελαύνομεν ἄλλοις ἢ ὑποχωροῦμεν ἐπιόντας ἢ συμπεσόντες ὑπὲρ νομῆς ἢ λείας μαχόμεθα, ἔνθα μάλιστα δεῖ φίλων ἀγαθῶν· καὶ διὰ τοῦτο ὡς βεβαιότατα συντιθέμεθα τὰς φιλίας, μόνον τοῦτο ὅπλον ἄμαχον καὶ δυσπολέμητον εἶναι νομίζοντες.