Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata
38 καὶ μὴν εἰ διά γε τοῦτο, καὶ ἄλλους ἂν ἔχοιτε πολλοὺς θεοὺς οἷος ὁ Ἀκινάκης ἐστί, τὸν Ὀιστὸν καὶ τὴν Λόγχην καὶ Κώνειον δὲ καὶ Βρόχον καὶ τὰ τοιαῦτα· ποικίλος γὰρ οὗτος ὁ θεὸς ὁ θάνατος καὶ ἀπείρους τὰς ἐφʼ ἑαυτὸν παρέχεται ἀγούσας ὁδούς.
38 ὁρᾷς τοῦτο ὡς ἐριστικὸν ποιεῖς καὶ δικανικόν, ὑποκρούων μεταξὺ καὶ διαφθείρων μου τὸν λόγον; ἐγὼ δὲ ἡσυχίαν ἦγον σοῦ λέγοντος.
38 ἀλλʼ οὐκ αὖθίς γε, ὦ Τόξαρι, ποιήσω τοῦτο, πάνυ γὰρ ὀρθῶς ἐπετίμησας· ὥστε θαρρῶν τό γε ἐπὶ τούτῳ λέγε, ὡς μηδὲ παρόντος ἐμοῦ τοῖς λόγοις, οὕτω σιωπήσομαί σοι.
39 τετάρτη μὲν ἦν ἡμέρα τῆς φιλίας Δανδάμιδι καὶ Ἀμιζώκῃ, ἀφʼ οὗ τὸ ἀλλήλων αἷμα συνεπεπώκεσαν· ἧκον δὲ ἡμῖν ἐπὶ τὴν χώραν Σαυρομάται μυρίοις μὲν ἱππεῦσιν, οἱ πεζοὶ δὲ τρὶς τοσοῦτοι ἐπεληλυθέναι ἐλέγοντο. οἷα δὲ οὐ προϊδομένοις τὴν ἔφοδον αὐτῶν ἐπιπεσόντεςἐπεισπεσόντες C. ἅπαντας μὲν τρέπουσι, πολλοὺς δὲ τῶν μαχίμων κτείνουσι, τοὺς δὲ καὶ ζῶντας ἀπάγουσι, πλὴν εἴ τις ἔφθη διανηξάμενος εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἔνθα ἡμῖν τὸ ἥμισυ τοῦ στρατοπέδου καὶ μέρος τῶν ἁμαξῶν ἦν· οὕτω γὰρ ἐσκηνώσαμεν τότε, οὐκ οἶδα ὅ τι δόξαν τοῖς ἀρχιπλάνοις ἡμῶν, ἐπʼ ἀμφοτέρας τὰς ὄχθας τοῦ Τανάϊδος.
39 εὐθὺς οὖν ἥ τε λεία περιηλαύνετο καὶ τὰ αἰχμάλωτα συνείχετο καὶ τὰς σκηνὰς διήρπαζον καὶ τὰς ἁμάξας κατελαμβάνοντο, αὐτάνδρους τὰς πλείστας ἁλισκομένας, καὶ ἐν ὀφθαλμοῖς ἡμῶν ὑβρίζοντες τὰς παλλακίδας καὶ τὰς γυναῖκας· ἡμεῖς δὲ ἠνιώμεθα τῷ πράγματι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme