40
ὁ δὲ Ἀμιζώκης ἀγόμενος — ἑαλώκει γάρ — ἐβόα τὸν φίλον ὀνομαστί, κακῶς δεδεμένος, καὶ ὑπεμίμνησκεν τῆς κύλικος καὶ τοῦ αἵματος. ὧν ἀκούσας ὁ Δάνδαμις οὐδὲν ἔτι μελλήσας ἁπάντων ὁρώντων διανήχεται εἰς τοὺς πολεμίους· καὶ οἱ μὲν Σαυρομάται διηρμένοι τοὺς ἄκοντας ὥρμησαν ἐπʼ αὐτὸν ὡς κατακεντήσοντες, ὁ δὲ ἐβόα τὸ Ζίριν.τὸ Ζίριν Schmieder; τὸ ζηρίν Ϲ; τὸν ζίριν Γ; τὸν ζῖριν Ν; τὸν ζίρην B. Below (Ζίριν ἥκοντα) the same variations in spelling occur. The corruption of τὸ to τὸν arose from knowing or guessing (from the context below), that Zirin was a Masculine noun. τοῦτο δὲ ἤν τις εἴπῃ, οὐκέτι φονεύεται ὑπʼ αὐτῶν, ἀλλὰ δέχονται αὐτὸν ὡς ἐπὶ λύτροις ἥκοντα.
40
καὶ δὴ ἀναχθεὶς πρὸς τὸν ἄρχοντα αὐτῶν ἀπῄτει τὸν φίλον, ὁ δὲ λύτρα ᾔτει· μὴ γὰρ προήσεσθαι, εἰ μὴ μεγάλα ὑπὲρ αὐτοῦ λάβοι.λάβοι N: λάβῃ ΓΒϹ. ὁ Δάνδαμις δέ, ἃ μὲν εἶχον, φησίν, ἅπαντα διήρπασται ὑφʼ ὑμῶν, εἰ δέ τι δύναμαι γυμνὸς ὑποτελέσαι, ἕτοιμος ὑποστῆναι ὑμῖν, καὶ πρόσταττε ὅ τι ἂν θέλῃς. εἰ βούλει δέ, ἐμὲ ἀντὶ τούτου λαβὼνλαβὼν ΝΒ: not in ΓΜ(Ϲ)Α. κατάχρησαι πρὸς ὅ τι σοι φίλον. ὁ δὲ Σαυρομάτης, οὐδέν, ἔφη, δεῖ ὅλον κατέχεσθαί σε, καὶ ταῦτα Ζίριν ἥκοντα, σὺ δὲ ὧν ἔχεις μέρος καταβαλὼν ἄγου τὸν φίλον. ἤρετο ὁ Δάνδαμις ὅ τι καὶ βούλεται λαβεῖν· ὁ δὲ τοὺς ὀφθαλμοὺς ᾔτησεν. ὁ δὲ αὐτίκα παρέσχεν ἐκκόπτειν αὐτούς· κἀπειδὴ ἐξεκέκοπτο καὶ ἤδη τὰ λύτρα εἶχον οἱ Σαυρομάται, παραλαβὼν τὸν Ἀμιζώκην ἐπανῄει ἐπερειδόμενος αὐτῷ, καὶ ἅμα διανηξάμενοι ἀπεσώθησαν πρὸς ἡμᾶς.