Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata
52 καὶ νῦν, ἔφη, ὦ Ἀδύρμαχε, ἐλαύνειν τετς N (Bekker): not in other MSS: ἕτοιμος ἅμα σοι ἐπὶ τὸν Βόσπορον, ἢν ἐθέλῃς, μένειν τε, εἰ δέοι, καὶ τὴν παῖδα ἄγειν. τοῦτο, ἔφη, καὶ μᾶλλον, ὁ Ἀδύρμαχος, ἐθελήσαιμʼ ἄν, ἀφʼ αἵματος ὄντα σε Μαζαίαν ἄγειν. ἢν μὲν γὰρ ἅμα ἡμῖν ἴῃς ἐπὶ Βόσπορον, ἱππεῖ ἑνὶ πλείους ἂν γενοίμεθα· εἰ δέ μοι τὴν γυναῖκα ἄγοις, ἀντὶ πολλῶν ἂν γένοιο. Ταῦτα ἐγίνετο καὶ ὁ μὲν ἀπήλαυνε παραδοὺς τῷ Μακέντῃ ἄγειν τὴν Μαζαίαν παρθένον ἔτι οὖσαν. ὁ δὲ ἡμέρας μὲν ἐπὶ τῆς ἁμάξης ἦγεν αὐτήν, ἐπεὶ δὲ νὺξ κατέλαβεν, ἀναθέμενος ἐπὶ τὸν ἵππον — ἐτεθεραπεύκει δὲ ἕνα σφίσιν ἄλλον ἱππέα ἕπεσθαι — ἀναπηδήσας καὶ αὐτὸς οὐκέτι παρὰ τὴν Μαιῶτιν ἤλαυνεν, ἀλλʼ ἀποτραπόμενος εἰς τὴν μεσόγειαν ἐν δεξιᾷ λαβὼν τὰ Μιτραίων ὄρη, διαναπαύων μεταξὺ τὴν παῖδα, τριταῖος ἐτέλεσεν ἐκ Μαχλύων ἐς Σκύθας. καὶ ὁ μὲν ἵππος αὐτῷ, ἐπειδὴ ἐπαύσατο τοῦ δρόμου, μικρὸν ἐπιστὰς ἀποθνήσκει,
53 ὁ δὲ Μακέντης ἐγχειρίσας τὴν Μαζαίαν τῷ Ἀρσακόμᾳ, δέδεξο εἶπεν, καὶ παρʼ ἐμοῦ τὴν ὑπόσχεσιν.
53 Τοῦ δὲ πρὸς τὸ ἀνέλπιστον τοῦ θεάματος καταπλαγέντος καὶ χάριν ὁμολογοῦντος, παῦε, ἔφη ὁ Μακέντης, ἄλλον με ποιῶν σεαυτοῦ· τὸ γὰρ χάριν ἐμοὶ ὁμολογεῖν ἐφʼ οἷς ἔπραξα τούτοις τοιόνδε ἐστὶν ὥσπερ ἂν εἰεἰ Guyet: not in MSS. ἡ ἀριστερά μου χάριν εἰδείη τῇ δεξιᾷ διότι τρωθεῖσάν ποτε αὐτὴν ἐθεράπευσε καὶ φιλοφρόνως ἐπεμελήθη καμνούσης. γελοῖα τοίνυν καὶ ἡμεῖς ἂν ποιοῖμεν εἰ πάλαι ἀναμιχθέντες καὶ ὡς οἷόν τε ἦν εἰς ἕνα συνελθόντες ἔτι μέγα νομίζοιμεν εἶναι εἰ τὸ μέρος ἡμῶν ἔπραξέ τι χρηστὸν ὑπὲρ ὅλου τοῦ σώματος· ὑπὲρ αὑτοῦ γὰρ ἔπραττεν, μέρος ὂν τοῦ ὅλου εὖ πάσχοντος.
53 Οὕτως μὲν ὁ Μακέντης ἔφη τῷ Ἀρσακόμᾳ χάριν ὁμολογήσαντι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme