1
τί φής, ὦ Τόξαρι; θύετε Ὀρέστῃ καὶ Πυλάδῃ ὑμεῖς οἱ Σκύθαι καὶ θεοὺς εἶναι πεπιστεύκατε αὐτούς;
1
θύομεν, ὦ Μνήσιππε, θύομεν, οὐ μὴν θεούς γε οἰόμενοι εἶναι, ἀλλὰ ἄνδρας ἀγαθούς.
1
νόμος δὲ ὑμῖν καὶ ἀνδράσιν ἀγαθοῖς ἀποθανοῦσι θύειν ὥσπερ θεοῖς;
1
οὐ μόνον, ἀλλὰ καὶ ἑορταῖς καὶ πανηγύρεσιν τιμῶμεν αὐτούς.
1
τί θηρώμενοι παρʼ αὐτῶν; οὐ γὰρ δὴ ἐπʼ εὐμενείᾳ θύετε αὐτοῖς, νεκροῖς γε οὖσιν.
1
οὐ χεῖρον μὲν ἴσως, εἰ καὶ οἱ νεκροὶ ἡμῖν εὐμενεῖς εἶεν· οὐ μὴν ἀλλὰ πρὸςἀλλὰ καὶ πρὸς Ν. τοὺς ζῶντας ἄμεινον οἰόμεθα πράξειν μεμνημένοι τῶν ἀρίστων, καὶ τιμῶμεν ἀποθανόντας, ἡγούμεθα γὰρ οὕτως ἂν ἡμῖν πολλοὺς ὁμοίους αὐτοῖς ἐθελῆσαι γενέσθαι.
2
ἀλλὰ ταῦτα μὲν ὀρθῶς γιγνώσκετε. Ὀρέστην δὲ καὶ Πυλάδην τίνος μάλιστα θαυμάσαντες ἰσοθέους ἐποιήσασθε, καὶ ταῦτα ἐπήλυδας ὑμῖν ὄντας καὶ τὸ μέγιστον πολεμίους; οἵ γε, ἐπεὶ σφᾶς ναυαγίᾳ περιπεσόντας οἱ τότε Σκύθαι συλλαβόντες ἀπῆγον ὡς τῇ Ἀρτέμιδι καταθύσοντες, ἐπιθέμενοι τοῖς δεσμοφύλαξι καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες τόν τε βασιλέα κτείνουσι καὶ τὴν ἱέρειαν παραλαβόντες, ἀλλὰ καὶ τὴν Ἄρτεμιν αὐτὴν ἀποσυλήσαντες ᾤχοντο ἀποπλέοντες, καταγελάσαντες τοῦ κοινοῦ τῶν Σκυθῶν. ὥστε εἰ διὰ ταῦτα τιμᾶτε τοὺς ἄνδρας, οὐκ ἂν φθάνοιτε πολλοὺς ὁμοίους αὐτοῖς ἐξεργασάμενοι. καὶ τοὐντεῦθεν αὐτοὶ ἤδη πρὸς τὰ παλαιὰ σκοπεῖτε, εἰ καλῶς ἔχει ὑμῖν πολλοὺς ἐς τὴν Σκυθίαν Ὀρέστας καὶ Πυλάδας καταίρειν. ἐμοὶ μὲν γὰρ δοκεῖτε τάχιστα ἂν οὕτως ἀσεβεῖς αὐτοὶ καὶ ἄθεοι γενέσθαι, τῶν περιλοίπων θεῶν τὸν αὐτὸν τρόπον ὑμῖν ἐκ τῆς χώρας ἀποξενωθέντων. εἶτʼ, οἶμαι, ἀντὶ τῶν θεῶν ἁπάντων τοὺς ἐπʼ ἐξαγωγῇ αὐτῶν ἥκοντας ἄνδρας ἐκθειάσετε καὶ ἱεροσύλοις ὑμῶν οὖσινοῦσιν ΓΝΒ: not in M(C)A. θύσετε ὡς θεοῖς.
3
εἰ γὰρ μὴ ἀντὶ τούτων Ὀρέστην καὶ Πυλάδην τιμᾶτε, ἀλλʼ εἰπέ, τί ἄλλο,εἰπέ, τί ἄλλο Schmieder: εἴπερ τι ἄλλο MSS. ὦ Τόξαρι, ἀγαθὸν ὑμᾶς εἰργάσαντο ἀνθʼ ὅτου, πάλαι οὐ θεοὺς εἶναι δικαιώσαντες αὐτούς, νῦν τὸ ἔμπαλιν θύσαντες αὐτοῖς θεοὺς νενομίκατε, καὶ ἱερείοις ὀλίγου δεῖν τότε γενομένοις ἱερεῖα νῦν προσάγετε; γελοῖα γὰρ ἂν ταῦτα δόξειε καὶ ὑπεναντία τοῖς πάλαι.