Thesauros Literature satire Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως Lucian of Samosata
58 καὶ ἐν Φοινίκῃ δὲ Μύρραν καὶ τὸ Ἀσσύριον ἐκεῖνο πένθος μεριζόμενον, καὶ ταῦτα εἴσεται, καὶ τὰ νεώτερα δὲ ὅσα μετὰ τὴν Μακεδόνων ἀρχὴν ἐτολμήθη ὑπό τε Ἀντιπάτρου καὶ παρὰ ΣελεύκῳΣελεύκῳ Harmon: Σελεύκου MSS. ἐπὶ τῷ Στρατονίκης ἔρωτι.
59 τὰ γὰρ Αἰγυπτίων, μυστικώτερα ὄντα, εἴσεται μέν, συμβολικώτερον δὲ ἐπιδείξεται· τὸν Ἔπαφον λέγω καὶ τὸν Ὄσιριν καὶ τὰς τῶν θεῶν εἰς τὰ ζῷα μεταβολάς.
59 πρὸ πάντων δὲ τὰ περὶ τοὺς ἔρωτας αὐτῶν καὶ αὐτοῦ τοῦ Διὸς καὶ εἰς ὅσα ἑαυτὸν μετεσκεύασεν εἴσεται,
60 καὶμετεσκεύασεν εἴσεται, καὶ Harmon: μετεσκεύασεν. εἴσεται δὲ καὶ MSS. τὴν ἐν Ἅιδου ἅπασαν τραγῳδίαν καὶμετεσκεύασεν εἴσεται, καὶ Harmon: μετεσκεύασεν. εἴσεται δὲ καὶ MSS. τὰς κολάσεις καὶμετεσκεύασεν εἴσεται, καὶ Harmon: μετεσκεύασεν. εἴσεται δὲ καὶ MSS. τὰς ἐφʼ ἑκάστῃ αἰτίας καὶμετεσκεύασεν εἴσεται, καὶ Harmon: μετεσκεύασεν. εἴσεται δὲ καὶ MSS. τὴν Πειρίθου καὶμετεσκεύασεν εἴσεται, καὶ Harmon: μετεσκεύασεν. εἴσεται δὲ καὶ MSS. Θησέως ἄχρι τοῦ Ἅιδου ἑταιρείαν.
61 συνελόντι δὲ εἰπεῖν, οὐδὲν τῶν ὑπὸ τοῦ Ὁμήρου καὶ Ἡσιόδου καὶ τῶν ἀρίστων ποιητῶν καὶ μάλιστα τῆς τραγῳδίας λεγομένων ἀγνοήσει.
61 Ταῦτα πάνυ ὀλίγα ἐκ πολλῶν, μᾶλλον δὲ ἀπείρων τὸ πλῆθος, ἐξελὼν τὰ κεφαλαιωδέστερα κατέλεξα, τὰ ἄλλα τοῖς τε ποιηταῖς ᾄδειν ἀφεὶς καὶ τοῖς ὀρχησταῖς αὐτοῖς δεικνύναι καὶ σοὶ προσεξευρίσκειν καθʼ ὁμοιότητα τῶν προειρημένων, ἅπερ ἅπαντα πρόχειρα καὶ πρὸς τὸν καιρὸν ἕκαστον τῷ ὀρχηστῇ προπεπορισμένα καὶ προτεταμιευμένα κεῖσθαι ἀναγκαῖον.
62 ἐπεὶ δὲ μιμητικός ἐστι καὶ κινήμασι τὰ ᾀδόμενα δείξειν ὑπισχνεῖται, ἀναγκαῖον αὐτῷ, ὅπερ καὶ τοῖς ῥήτορσι, σαφήνειαν ἀσκεῖν, ὡς ἕκαστον τῶν δεικνυμένων ὑπʼ αὐτοῦ δηλοῦσθαι μηδενὸς ἐξηγητοῦ δεόμενον, ἀλλʼ ὅπερ ἔφη ὁ Πυθικὸς χρησμός, δεῖ τὸν θεώμενον ὄρχησιν καὶ κωφοῦ συνιέναι καὶ μὴ λαλέοντος τοῦ ὀρχηστοῦ ἀκούειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme