76
ἐθέλω γοῦν σοι καὶ δήμου τινὸς οὐ φαύλου τὰ τοιαῦτα ἐπισημαίνεσθαι βοὰς εἰπεῖν· οἱ γὰρ Ἀντιοχεῖς, εὐφυεστάτη πόλις καὶ ὄρχησιν μάλιστα πρεσβεύουσα, οὕτως ἐπιτηρεῖ τῶν λεγομένων καὶ τῶν γιγνομένων ἕκαστα, ὡς μηδένα μηδὲν αὐτῶν διαλανθάνειν. μικροῦ μὲν γὰρ ὀρχηστοῦ εἰσελθόντος καὶ τὸν Ἕκτορα ὀρχουμένου μιᾷ φωνῇ πάντες ἀνεβόησαν, ὦὦ Harmon: ὧς MSS. σὺ Fritzsche, ὅδ’ Bekker. Ἀστυάναξ, Ἕκτωρ δὲ ποῦ; ἄλλοτε δέ ποτε μηκίστου τινὸς ὑπὲρ τὸ μέτριον ὀρχεῖσθαι τὸν Καπανέα ἐπιχειροῦντος καὶ προσβάλλειν τοῖς Θηβαίων τείχεσιν, ὑπέρβηθι, ἔφησαν, τὸ τεῖχος, οὐδέν σοι δεῖ κλίμακος. καὶ ἐπὶ τοῦ παχέος δὲ καὶ πιμελοῦς ὀρχηστοῦ πηδᾶν μεγάλα πειρωμένου, δεόμεθα, ἔφασαν, φεῖσαιφεῖσαι ΓΩ: φεῖσθαι E, πεφεῖσθαι NA. τῆς θυμέλης. τὸ δὲ ἐναντίον τῷ πάνυ λεπτῷ ἐπεβόησαν, καλῶς ἔχε, ὡς νοσοῦντι. τούτων οὐ τοῦ γελοίου ἕνεκα ἐπεμνήσθην,ὑπεμνήσθην ΓΕ. ἀλλʼ ὡς ἴδῃς ὅτι καὶ δῆμοι ὅλοι μεγάλην σπουδὴν ἐποιήσαντο ἐπὶ τῇ ὀρχηστικῇ, ὡς ῥυθμίζειν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αὐτῆς δύνασθαι.
77
εὐκίνητος δὲ τὸ μετὰ τοῦτο πάντως ἔστω καὶ τὸ σῶμα λελυμένος τε ἅμα καὶ συμπεπηγώς, ὡς λυγίζεσθαί τε ὅπη καιρὸς καὶ συνεστάναι καρτερῶς, εἰ τούτου δέοι.
78
ὅτι δὲ οὐκ ἀπήλλακται ὄρχησις καὶ τῆς ἐναγωνίου χειρονομίας ἀλλὰ μετέχει καὶ τῶν Ἑρμοῦ καὶ Πολυδεύκους καὶ Ἡρακλέους ἐν ἀθλήσει καλῶν ἴδοις ἂν ἑκάστῃ τῶν μιμήσεων ἐπισχών.
78
Ἡροδότῳ μὲν οὖν τὰ διʼ ὀμμάτων φαινόμενα πιστότερα εἶναι τῶν ὤτων δοκεῖ· ὀρχήσει δὲ καὶ τὰ ὤτων καὶ ὀφθαλμῶν πρόσεστιν.