Thesauros Literature satire Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως Lucian of Samosata
21 Βιθυνὸς δὲ μῦθος, καὶ οὗτος οὐ πάνυ τῶν Ἰταλιωτικῶν ἀλλότριος, φησὶνφησὶν Harmon: (ὃς) MSS. The relative, a gloss, has displaced the verb, which itself, when abbreviated, often makes trouble; cf. p. 238, n. l, below. τὸν Πρίαπον δαίμονα πολεμιστήν, τῶν Τιτάνων οἶμαι ἕνα ἢ τῶν Ἰδαίων Δακτύλων τοῦτο ἔργον πεποιημένον, τὰ ἐνόπλια παιδεύειν, παραλαβόντα παρὰ τῆς Ἥρας τὸν Ἄρη, παῖδα μὲν ἔτι, σκληρὸν δὲ καὶ πέρα τοῦ μετρίου ἀνδρικόν, μὴ πρότερον ὁπλομαχεῖν διδάξαι πρὶν τέλειον ὀρχηστὴν ἀπειργάσατο. καὶ ἐπὶ τούτῳ καὶ μισθὸς αὐτῷ παρὰ τῆς Ἥρας ἐγένετο, δεκάτην ἀεὶ τῶν ἐκ πολέμου περιγιγνομένων τῷ Ἄρει παρʼ αὐτοῦ λαμβάνειν.
22 τὰ μὲν γὰρ Διονυσιακὰ καὶ Βακχικὰ οἶμαί σε μὴ περιμένειν ἐμοῦ ἀκοῦσαι, ὅτι ὄρχησις ἐκεῖνα πάντα ἦν. τριῶν γοῦν οὐσῶν τῶν γενικωτάτων ὀρχήσεων, κόρδακος καὶ σικιννίδος καὶ ἐμμελείας, οἱ Διονύσου θεράποντες οἱ Σάτυροι ταύτας ἐφευρόντες ἀφʼ αὑτῶν ἑκάστην ὠνόμασαν, καὶ ταύτῃ τῇ τέχνῃ χρώμενος ὁ Διόνυσος, φασίν,φασίν Harmon: ὃς ΓΩΦC: not in EΝ. Τυρρηνοὺς καὶ Ἰνδοὺς καὶ Λυδοὺς ἐχειρώσατο καὶ φῦλον οὕτω μάχιμον τοῖς αὑτοῦαὑτοῦ Madvig: αὐτοῦ Φ Vat. 87: αὐτοῖς ΓΝ (ΕΩC). θιάσοις κατωρχήσατο.
23 ὥστε, ὦ θαυμάσιε, ὅρα μὴ ἀνόσιον ᾖ κατηγορεῖν ἐπιτηδεύματος θείου τε ἅμα καὶ μυστικοῦ καὶ τοσούτοις θεοῖς ἐσπουδασμένου καὶ ἐπὶ τιμῇ αὐτῶν δρωμένου καὶ τοσαύτην τέρψιν ἅμα καὶ παιδείανπαιδιὰν NE2. ὠφέλιμον παρεχομένου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme