Thesauros Literature satire Λεξιφάνης

Λεξιφάνης

Λεξιφάνης Lucian of Samosata
25 τὸ δὲ πάντων καταγελαστότατον ἐκεῖνό ἐστιν, ὅτι ὑπεράττικος εἶναι ἀξιῶν καὶ τὴν φωνὴν εἰς τὸ ἀρχαιότατον ἀπηκριβωμένος τοιαῦτα ἔνια, μᾶλλον δὲ τὰ πλεῖστα, ἐγκαταμιγνύεις τοῖς λόγοις ἃ μηδὲ παῖς ἄρτι μανθάνων ἀγνοήσειεν ἄν·ἄν Jacobitz: not in MSS. οἷον ἐκεῖνα πῶς οἴει κατὰ γῆς δῦναι ηὐχόμην ἀκούων σου ἐπιδεικνυμένου, ὅτε χιτώνιον μὲν καὶ τὸ ἀνδρεῖον ᾤου λέγεσθαι, δουλάρια δὲ καὶ τοὺς ἄρρενας τῶν ἀκολούθων ἀπεκάλεις, ἃ τίς οὐκ οἶδεν ὅτι χιτώνιον μὲν γυναικὸς ἐσθής, δουλάρια δὲ τὰ θήλεα καλοῦσιν; καὶ ἄλλα πολὺ τούτων προφανέστερα, οἷον τὸ ἵπτατο καὶ τὸ ἀπαντώμενος καὶ τὸ καθεσθείς, οὐδὲ μετοικικὰ τῆς Ἀθηναίων φωνῆς. ἡμεῖς οὐδὲ ποιητὰς ἐπαινοῦμεν τοὺς κατάγλωττακατάγλωττα Meineke: κατὰ γλῶτταν MSS. γράφοντας ποιήματα. τὰ δὲ σά, ὡς πεζὰ μέτροις παραβάλλειν, καθάπερ ὁ Δωσιάδα Βωμὸς ἂν εἴη καὶ ἡ τοῦ Λυκόφρονος Ἀλεξάνδρα, καὶ εἴ τις ἔτι τούτων τὴν φωνὴν κακοδαιμονέστερος.
25 ἂν ταῦτα ζηλώσῃς καὶ μεταμάθῃς, ἄριστα βεβουλευμένος ὑπὲρ σεαυτοῦ ἔσῃ· ἢν δὲ λάθῃς αὖθις εἰς τὴν λιχνείαν κατολισθών, ἐμοὶ μὲν ἀποπεπλήρωται ἡ παραίνεσις, σὺ δὲ σεαυτὸν αἰτιάσῃ, ἄν γε καὶ ξυνῇς χείρων γενόμενος.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme