Thesauros Literature satire Λεξιφάνης

Λεξιφάνης

Λεξιφάνης Lucian of Samosata
6 κἀπειδὴ καιρὸς ἦν, ἐπʼ ἀγκῶνος ἐδειπνοῦμεν· ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται. τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν. παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕειαδίχηλα ὕεια Text edd.: πολλαὶ καὶ ποικίλαι (καὶ) δίχηλαι ὕειαι MSS. καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται·μελιτοῦτται Jacobitz: μελιττοῦται MSS. (μελιτοῦται E2). τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος· καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν. ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ· οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.
7 ποτήρια δὲ ἔκειτο παντοῖα ἐπὶ τῆςδελφίδος (suggested by Coraës) Γ2: δελφῖδος Γ1: δελφινίδος Ε (in erasure) N, vulg. δελφίδος τραπέζης, ὁ κρυψιμέτωπος καὶ τρυήληςτρυηλὶς Fritzsche (Hesychius): but this necessitates changing ἔχων to ἔχουσα. τρυήλης Ω vulg., τρυήλεις ΓΕ, τρυίλης Ν, τρυηλὴς Α. Μεντορουργὴς εὐλαβῆ ἔχων τὴν κέρκον καὶ βομβυλιὸς καὶ δειροκύπελλον καὶ γηγενῆ πολλὰ οἷα Θηρικλῆς ὤπτα, εὐρυχαδῆ τε καὶ ἄλλα εὔστομα, τὰ μὲν Φωκαῆθεν, τὰ δὲ Κνιδόθεν, πάντα μέντοι ἀνεμοφόρητα καὶ ὑμενόστρακα. κυμβία δὲ ἦν καὶ φιαλίδες καὶ ποτήρια γραμματικά, ὥστε μεστὸν ἦν τὸ κυλικεῖον.
8 ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας. ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν· εἶτʼ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν· μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος ἀναρριχησάμενος Lacuna in MSS: 12 letters long in Γ, 5—6 in Ε. ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme