Thesauros Literature satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
20 τάχα δʼ ἂν τοὺς ἄλλους τοὺς ἐν τῇ Συρίᾳ προσλάβοις ὁμοψήφους, εἰ λέγοις μηδὲν πονηρὸν μηδὲ ἐπαίτιον βεβιῶσθαί σοι. Ἡράκλεις, ἡ μὲν Ἀντιόχεια καὶ τοὖργον αὐτὸ εἶδεν, ὅτε τὸν Ταρσόθεν ἥκοντα ἐκεῖνον νεανίσκον ἀπαγαγών — ἀλλὰ καὶ ἀναδέρειν αὐτὰ αἰσχρὸν ἴσως ἐμοί. πλὴν ἀλλὰ ἴσασίν γε καὶ μέμνηνται οἱ τότε ὑμῖν ἐπιστάντες καὶ σὲ μὲν ἐς γόνυ συγκαθήμενον ἰδόντες, ἐκεῖνον δὲ οἶσθα ὅ τι καὶ ποιοῦντα, εἰ μὴ παντάπασιν ἐπιλήσμων τις εἶ.
21 ἀλλʼ οἱ ἐν Αἰγύπτῳ ἴσως ἀγνοοῦσί σε,ἀγνοήσουσί A. οἱ μετὰ τοὺς ἐν Συρίᾳ θαυμαστοὺς ἄθλους ἐκείνους ὑποδεξάμενοι φεύγοντα ἐφʼ οἷς εἶπον, ὑπὸ τῶν ἱματιοκαπήλων διωκόμενον, παρʼ ὧν ἐσθῆτας πολυτελεῖς πριάμενος ἐφόδια εἶχες. ἀλλʼ οὐκ ἐλάττω σοι ἡ Ἀλεξάνδρεια σύνοιδεν, οὐδὲ μὰ Δίʼ ἐχρῆν δευτέραν τῆς Ἀντιοχείας κεκρίσθαι αὐτήν, ἀλλʼ ἥ τε ἀκολασία γυμνοτέρα καὶ ἡ αἰσχρουργία σοι ἐκεῖ ἐπιμανεστέρα καὶ τοὔνομα ἐπὶ τούτοις μεῖζον καὶ ἐπὶ πᾶσιν ἀκάλυπτος ἡ κεφαλή.
21 εἷς μόνος ἂν ἐπίστευσέ σοι ἐξάρνῳ γινομένῳ μηδὲν τοιοῦτο εἰργάσθαι καὶ βοηθὸς ἂν κατέστη, ὁ τελευταῖος μισθοδότης, ἀνὴρ ἐν τοῖς ἀρίστοις Ῥωμαίων. τοὔνομα δὲ αὐτὸ δώσεις ἀποσιωπῆσαί μοι, καὶ ταῦτα πρὸς πάντας εἰδότας ὃν λέγω. ἐκεῖνος τοίνυν τὰ μὲν ἄλλα ὁπόσα ἔτλη ἐν τῇ συνουσίᾳ τολμηθέντα ὑπὸ σοῦ, τί χρὴ λέγειν; ἀλλʼ ἡνίκα σε κατέλαβε τοῦ μειρακίου τοῦ οἰνοχόου τοῦ Οἰνοπίωνος ἐν γόνασι κείμενον, τί οἴει; ἐπίστευσεν ἄν σοι μὴ εἶναι τοιοῦτον, αὐτὸ ὁρῶν τὸ ἔργον; οὔκ, εἴ γε μὴ παντάπασιν τυφλὸς ἦν. ἀλλὰ ἐδήλωσεν τὴν γνώμην αὐτίκα ἐξελάσας τῆς οἰκίας καὶ καθάρσιόν γε, ὥς φασι, περιενεγκὼν ἐπὶ τῇ σῇ ἐξόδῳ.
22 Ἀχαΐα μὲν γὰρ καὶ Ἰταλία πᾶσα ἐμπέπλησται τῶν σῶν ἔργων καὶ τῆς ἐπʼ αὐτοῖς δόξης· καὶ ὄναιό γε τῆς εὐκλείας. ὥστε πρὸς τοὺς θαυμάζοντας ἔγωγε τὰ ἐν Ἐφέσῳ νῦν πραττόμενα ὑπὸ σοῦ ἐκεῖνο λέγω, ὅπερ ἀληθέστατον, ὡςὡς cod. Longolii: πῶς ΓENA. οὐκ ἂν ἐθαύμαζον εἰ τὰ πρῶτά σου ᾔδεισαν. καίτοι καινὸν ἐνταῦθα καὶ τὸ πρὸς τὰς γυναῖκας προσέμαθες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme