Thesauros Literature satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
3 καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι πρὸς σέ. οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτίμησιν, οὐ μᾶλλον ἢ κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος, οὔτʼ εἶναι τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα καὶ ἃ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς. οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ· οὐδὲ δεῖ τινος τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἢ ἐς τοσοῦτο Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν. οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται τὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπʼ αὐτοῖς, ὑπὲρ τὸν Ἀριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ἡμιθέωνα,Μίσθωνα MSS., corrected du Soul from adv. Ind., 23. But N has ἡμῖν θέων there; and possibly the name was Μένθων, a nick nickname. Cf. Lex. 12. ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν, τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν.
3 ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν.
4 μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, ὁ Ἔλεγχος, φίλος Ἀληθείᾳ καὶ Παρρησίᾳ θεός, οὐχ ὁ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ, πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν. χάριεν γοῦν τοῦτο γένοιτʼ ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme