Thesauros Literature satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
6 ἦν δὲ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία ἀναισχυντία Lacuna G. Hermann: not indicated in MSS. πάρουσα Headlam, θεὸς οὖσα Cobet. οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ. γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων· καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἱ δὲ καὶ αὐτὰ γνωρίζοντες τὰ λεγόμενα παρʼ ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσιἔχουσι MF: ἔχωσι ΓΕΝΑ. πρὸς τὸ διαγιγνώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ ἡμῶν εὐδοκιμησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν.
7 ἐν δὲ τούτοις ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός. τί δʼ οὐκ ἔμελλεν γελᾶν ἐφʼ οὕτω περιφανεῖ καὶ ἀπιθάνῳ καὶ ἀναισχύντῳ τολμήματι; καί πως (ἔστιν δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, θρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὁ δέ, τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν ἀνεκάγχασε μάλα ἡδύ, ὁ ποιητὴς οὗτος ὁ ἐμός· ὁ δὲ εἶδεν ἐπιστραφείς. τοῦτο ἐξεπολέμωσεν αὐτούς, τό τε ἔναγχος ἐνθένδε.ἐνθένδε The text is that of N, interpreted by adding a comma after αὐτούς and writing τό τε for τότε. The full stop is set after ἔναγχος in ΓA(MFE) and previous editions. But ἐνθένδε makes an awkward anacoluthon with what follows (hence ἔνθεν δὲ ΓΑ); moreover, τότε ἔναγχος is neither idiomatic (hence the omission of τότε in MF) nor consistent with ποτέ (6) and τοῦ πάλαι ἐκείνου γέλωτος (8).

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme