18
ὁπόσοι δὲ ἤδη ναῶν ἢ θυσιῶν ἠξιώθησαν, ἐκείνων μὲν καθαιρεθῆναι τὰ ἀγάλματα, ἐντεθῆναι δὲ ἢ Διὸς ἢ Ἥρας ἢ Ἀπόλλωνος ἢ τῶν ἄλλων τινός, ἐκείνοις δὲ τάφον χῶσαι τὴν πόλιν καὶ στήλην ἐπιστῆσαι ἀντὶ βωμοῦ. ἢν δέ τις παρακούσῃ τοῦ κηρύγματος καὶ μὴ ἐθελήσῃ ἐπὶ τοὺς ἐπιγνώμονας ἐλθεῖν, ἐρήμην αὐτοῦ καταδιαιτησάτωσαν. τοῦτο μὲν ὑμῖνὑμῖν ΓP: ἡμῖν ZN (but N gives τοῦτο . . . ψήφισμα to Zeus, wrongly). τὸ ψήφισμα.
19
δικαιότατον, ὦ Μῶμε· καὶ ὅτῳ δοκεῖ, ἀνατεινάτω τὴν χεῖρα· μᾶλλον δέ, οὕτω γιγνέσθω, πλείους γὰρ οἶδʼ ὅτι ἔσονται οἱ μὴ χειροτονήσοντες.χειροτονήσοντες Z (apparently by correction) edd.: -σαντες ΓPN. ἀλλὰ νῦν μὲν ἄπιτε· ὁπόταν δὲ κηρύξῃ ὁ Ἑρμῆς, ἥκετε κομίζοντες ἕκαστος ἐναργῆ τὰ γνωρίσματα καὶ σαφεῖς τὰς ἀποδείξεις, πατρὸς ὄνομα καὶ μητρός, καὶ ὅθεν καὶ ὅπως θεὸς ἐγένετο, καὶ φυλὴν καὶ φράτορας. ὡς ὅστις ἂν μὴ ταῦτα παράσχηται, οὐδὲν μελήσει τοῖς ἐπιγνώμοσιν εἰ νεών τις μέγαν ἐν τῇ γῇ ἔχει καὶ οἱκαὶ οἱ ΓΖ: καὶ εἰ οἱ NP. ἄνθρωποι θεὸν αὐτὸν εἶναι νομίζουσιν.