Thesauros Literature satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
19 ποῦ μοι τὸ ξίφος; μή τις ἄλλος τοῦτοτοῦ ΓΖ. γνωρίζει; μή τινος ἄλλου ὅπλον τοῦτοτοῦ ΓΖ. ἦν; τίς αὐτὸ ἐς τὴν ἀκρόπολιν ἀνεκόμισε; πρὸ τοῦ τυράννου τίςτίς Ν, cod. Graevii: not in other MSS. ἐχρήσατο; τίς αὐτὸ ἐπʼ ἐκεῖνον ἀπέστειλεν; ὦ ξίφος κοινωνὸν καὶ διάδοχον τῶν ἐμῶν κατορθωμάτων, μετὰ τοσούτους κινδύνους, μετὰ τοσούτους φόνους ἀμελούμεθα καὶ ἀνάξιοι δοκοῦμεν δωρεᾶς. εἰ γὰρ ὑπὲρ μόνου τούτου τὴν τιμὴν ᾔτουν παρʼ ὑμῶν, εἰ γὰρ ἔλεγον, ἄνδρες, ἀποθανεῖν ἐθελήσαντι τῷ τυράννῳ καὶ ἀνόπλῳ ἐπὶ τοῦ καιροῦ κατειλημμένῳ ξίφος τοῦτοτοῦ ΓΖ. ἐμὸν ὑπηρέτησε καὶ πρὸς τὸ τέλος τῆς ἐλευθερίας συνήργησεπάντη Guyet: παντὶ MSS. πάντῃ, τοῦτοτοῦ ΓΖ. τιμῆς τε καὶ δωρεᾶς ἄξιον νομίσατε, δεσπότην οὕτω δημοτικοῦ κτήματος οὐκ ἂν ἠμείψασθε; οὐκ ἂν ἐν τοῖς εὐεργέταις ἀνεγράψατε; οὐκ ἂν τὸ ξίφος ἐν τοῖς ἱεροῖς ἀνεθήκατε; οὐκ ἂν μετὰ τῶν θεῶν κἀκεῖνο προσεκυνήσατε;
20 νῦν μοι ἐννοήσατε οἷα πεποιηκέναι εἰκὸς τὸν τύραννον, οἷα δὲ εἰρηκέναι πρὸ τῆς τελευτῆς· ἐπεὶ γὰρ ὑπʼ ἐμοῦ φονευόμενος καὶ τιτρωσκόμενος πολλοῖς τραύμασιν ἐς τὰ φανερὰ τοῦ σώματος, ὡς ἂν μάλιστα λυπήσειν ἔμελλον τὸν γεγεννηκότα, ὡς ἂν ἐκ τῆς πρώτης θέας διασπαράξειν, ὁ μὲν ἀνεβόησεν οἰκτρόν, ἐπιβοώμενος τὸν γεγεννηκότα οὐ βοηθὸν οὐδὲ σύμμαχον — ᾔδει γὰρ πρεσβύτην ὄντα καὶ ἀσθενῆ — ἀλλὰ θεατὴν τῶν οἰκείων κακῶν· ἐγὼ γὰργὰρ not in ΓΖ. ἀπηλλαττόμην ποιητὴς μὲν τῆς ὅλης τραγῳδίας γεγενημένος, καταλιπὼν δὲ τῷ ὑποκριτῇ τὸν νεκρὸν καὶ τὴν σκηνὴν καὶ τὸ ξίφος καὶ τὰ λοιπὰ τοῦ δράματος· ἐπιστὰς δὲ ἐκεῖνος καὶ ἰδὼν υἱὸν ὃν εἶχεν μόνον ὀλίγον ἐμπνέοντα, ᾑμαγμένον, ἐμπεπλησμένον τοῦ φόνου καὶ τὰ τραύματα συνεχῆ καὶ πολλὰ καὶ καίρια, ἀνεβόησεν τοῦτο· τέκνον, ἀνηρήμεθα, πεφονεύμεθα, τετυραννοκτονήμεθα, ποῦ ὁ σφαγεύς; τίνι με τηρεῖ; τίνι με φυλάττει διὰ σοῦ, τέκνον, προανῃρημένον; ἢ μή τι ὡς γέροντος ὑπερφρονεῖ, καὶ τῇ βραδυτῆτι, κολάζειν δέον, καὶ παρατείνει μοι τὸν φόνον καὶ μακροτέραν μοι τὴν σφαγὴν ποιεῖ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme