11
τί δέ, εἰ λιμῷ ἐξεπολιόρκησα τὸν τύραννον τὴν ἀνάγκην τῆς τελευτῆς παρέχων, ἀπῄτεις ἂν καὶ τότετότε Z: τὸ ΓΝUB. παρʼ ἐμοῦ αὐτόχειρα τὴν σφαγήν, ἢ ἐνδεῖν ἔλεγές μοί τι πρὸς τὸν νόμον, καὶ ταῦτα χαλεπώτερον τοῦ κακούργου πεφονευμένου; ἓν μόνον ἐξέταζε, τοῦτο ἀπαίτει, τοῦτο πολυπραγμόνει, τίς τῶν πονηρῶν λείπεται, ἢ τίς ἐλπὶς τοῦ φόβου ἢ τί ὑπόμνημα τῶν συμφορῶν; εἰ δὲ καθαρὰ πάντα καὶ εἰρηνικά, συκοφαντοῦντός ἐστιν τῷ τρόπῳ τῶν πεπραγμένων χρώμενονχρώμενον Dindorf: χρωμένου MSS. ἀποστερεῖν ἐθέλειν τὴν ἐπὶ τοῖς πεπονημένοις δωρεάν.
12
ἐγὼ δὲδὲ N: not in ΓZUB. καὶ τοῦτο μέμνημαι διηγορευμένον ἐν τοῖς νόμοις (ἐκτὸς εἰ μὴ διὰ τὴν πολλὴν δουλείαν ἐπιλέλησμαι τῶν ἐν αὐτοῖς εἰρημένων) αἰτίας θανάτου εἶναι διττάς, καὶκαὶ Harmon: ἢ MSS. All editions follow the Florentine: διττάς, εἴ τις αὐτὸς ἀπέκτεινεν ἢ. The clause εἰ . . . ἀπέκτεινεν is not in ΓΝUZBFA, and its admission creates asyndeton below (τὰ ἴσα, etc.). εἴ τις μὴ αὐτὸς μὲν ἀπέκτεινε μηδὲ τῇ χειρὶ ἔδρασεν τὸ ἔργον, ἠνάγκασεν δὲ καὶ παρέσχεν ἀφορμὴν τοῦ φόνου, τὰ ἴσα καὶ τοῦτον ἀξιοῖ ὁ νόμος αὐτὸν ἀντικολάζεσθαι — μάλα δικαίως· οὐ γὰρ ἠβούλετο τοῦ πεπραγμένου ἥσσωνἥσσων γίνεσθαι τῷ τῆς ἀδεΐας (i.e., διὰ τὴν ἀδεΐαν) Harmon: ἴσον γίνεσθαι (γενέσθαι Ν) τὸ τῆς ἀδείας MSS, ἧσσον is a Renaissance conjecture. ἧσσον γίνεοθαι τὸ τῆς αἰτίας Markland. γίνεσθαι τῷ τῆς ἀδείας· καὶ περιττὴ λοιπὸν ἡ ἐξέτασις τοῦ τρόπου τῆς σφαγῆς.
12
εἶτα τὸν μὲν οὕτως ἀποκτείναντα κολάζειν ὡς ἀνδροφόνον δικαιοῖς καὶ οὐδαμῶς ἀφεῖσθαι θέλεις, τὸν δὲ κατὰ τὸν αὐτὸν τούτῳ τρόπον εὖ πεποιηκότα τὴν πόλιν οὐ τῶν ὁμοίων ἀξιώσεις τοῖς εὐεργέταις;
13
οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος. τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου; τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην; ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος ὁ τεθνεὼς ἦν οὐδὲ ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπʼ αὐτῷ πολλάς, εἰ ἀποθάνοι, ἡδέως ἂν ὑμεῖς ἐδώκατε. ἀλλʼ οὐκ ἂν εἴποις.