Thesauros Literature satire Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος Lucian of Samosata
23 τὸ δὲ τῆς ἰατρικῆς ὅσῳ σεμνότερόν ἐστιν καὶ τῷ βίῳ χρησιμώτερον, τοσούτῳ καὶ ἐλευθεριώτερον εἶναι προσήκει τοῖς χρωμένοις, καί τινα προνομίαν ἔχειν τὴν τέχνην δίκαιον τῇ ἐξουσίᾳ τῆς χρήσεως, ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν καὶ θεῶν παίδευμα καὶ ἀνθρώπων σοφῶν ἐπιτήδευμα, μηδʼ ὑπὸ δουλείαν γενέσθαι νόμου μηδʼ ὑπὸ ψῆφονψῆφον Κ. G. P. Schwarz: φόβον MSS. καὶ τιμωρίαν δικαστηρίου, μηδὲ ὑπὸ φόβονφόβον K. G. P. Schwarz: ψῆφον ΜSS. καὶ πατρὸς ἀπειλὴν καὶ ὀργὴν ἰδιωτικήν. ὥστε καὶ εἰ τοῦτό σοι σαφῶς οὑτωσὶ καὶ διαρρήδην ἔλεγον, οὐ βούλομαι οὐδὲ θεραπεύω δυνάμενος, ἀλλʼ ἐμαυτῷ μόνῳ τὴν τέχνην οἶδα καὶ πατρί, τοῖς δὲ ἄλλοις ἅπασιν ἰδιώτης εἶναι βούλομαι, τίς τύραννος οὕτω βίαιος ὡς ἀναγκάσαι ἂν καὶ ἄκοντα χρῆσθαι τῇ τέχνῃ; τὰ γὰρ τοιαῦτα ἱκετείαις καὶ δεήσεσιν, οὐ νόμοις καὶ ὀργαῖς καὶ δικαστηρίοις ὑπάγειν, οἶμαι, προσήκει· πείθεσθαι τὸν ἰατρὸν χρή, οὐ κελεύεσθαι· βούλεσθαι, οὐ φοβεῖσθαι· ἐπὶ τὴν θεραπείαν οὐκ ἄγεσθαι, ἑκόντα δὲ ἐρχόμενον ἥδεσθαιεὐχόμενον ἰδέσθαι 11.. πατρικῆς δὲ ἀνάγκης ἄμοιρος ἡ τέχνη,ἄμοιρος ἀτελῆς ἡ τέχνη MSS. ἀτελὴς is clearly a gloss.4 ὅπου γε τοῖς ἰατροῖς καὶ δημοσίᾳ αἱ πόλεις τιμὰς καὶ προεδρίας καὶ ἀτελείας καὶ προνομίας διδόασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme