26
ταῦτα μὲν οὖν εἶχον ἂν λέγειν, εἰ καὶ δυνατὰ μὲν οὗτος προσέταττεν, ἐγὼ δὲ μὴ πάντως ἅπασι μηδὲ πρὸς ἀνάγκην ὑπήκουον. νῦν δὲ ἤδη σκέψασθε καὶ οἷά ἐστιν αὐτοῦ τὰ ἐπιτάγματα· ἐπεὶ γὰρ ἐμὲ ἰάσω, φησίν, μεμηνότα, μέμηνεν δὲ καὶ ἡ γυνὴ καὶ ὅμοια πάσχει — τοῦτο γὰρ οἴεται — καὶ ὑπὸ τῶν ἄλλων ὁμοίως ἀπέγνωσται, δύνασαι δὲ σὺ πάντα ὡς ἔδειξας, ἰῶ καὶ ταύτην καὶ ἀπάλλαττε ἤδη τῆς νόσου. τοῦτο δέ, οὑτωσὶ μὲν ἁπλῶς ἀκοῦσαι, πάνυ εὔλογον ἂν δόξειεν, καὶ μάλιστα ἰδιώτῃ καὶ ἀπείρῳ ἰατρικῆς· εἰ δέ μου ἀκούσαιτεἀκούσαιτε ed. Flor.: ἀκούσεται Γ, ἀκούσετε ΝΖUΒ. ὑπὲρ τῆς τέχνης δικαιολογουμένου, μάθοιτʼ ἂν ὡς οὔτε πάντα ἡμῖν δυνατά ἐστιν οὔθʼ αἱ τῶν νοσημάτων φύσεις παραπλήσιοι οὔτʼ ἴασις ἡ αὐτὴ οὔτε φάρμακα τὰ αὐτὰ ἐπὶ πάντων ἰσχυρά, καὶ τότʼ ἔσται δῆλον ὡς πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει. ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἢ ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον.