2
ἐγὼ δὲ ἐν μὲν τοῖς δυνατοῖς οὐδὲοὐδὲ UΓ:οὐδὲν ΓΝΖ(ΒC). κελευσθῆναι περιμένω· πρῴην γοῦν ἄκλητος ἧκον ἐπὶ τὴν βοήθειαν. ὅταν δέ τι ᾖ τελέως ἀπεγνωσμένον, οὐδʼ ἐπιχειρεῖν βούλομαι. ἐπὶ δὲ τῆς γυναικὸς ταύτης εἰκότως καὶ ἀτολμότερός εἰμι· λογίζομαι γὰρ οἷα πάθοιμʼ ἂν ὑπὸ τοῦ πατρὸς ἀποτυχών, ὃς οὐδὲ ἀρξάμενος τῆς θεραπείας ἀποκηρύττομαι. ἄχθομαι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐπὶ τῇ μητρυιᾷ χαλεπῶς ἐχούσῃ (χρηστὴ γὰρ ἦν) καὶ ἐπὶ τῷ πατρὶ διʼ ἐκείνην ἀνιωμένῳ, τὸ δὲ μέγιστον, ἐπʼ ἐμαυτῷ ἀπειθεῖν δοκοῦντι καὶ ἃ προστάττομαι ὑπουργεῖν οὐ δυναμένῳ καὶ διʼ ὑπερβολὴν τῆς νόσου καὶ ἀσθένειαν τῆς τέχνης. πλὴν οὐ δίκαιον οἶμαι ἀποκηρύττεσθαι τὸν ἃ μὴ δύναται ποιεῖν μηδὲ τὴν ἀρχὴν ὑπισχνούμενον.
3
Δῐ ἃς μὲν οὖν αἰτίας καὶ πρότερον ἀπεκήρυξέ με ῥᾴδιον συνιδεῖν ἐκ τῶν παρόντων. ἐγὼ δὲ καὶ πρὸς ἐκείνας μέν, ὡς οἴομαι, ἱκανῶς τῷ μετὰ ταῦτα βίῳ ἀπελογησάμην, καὶ ταυτὶ δὲ ἃ νῦν ἐγκαλεῖ ὡς ἂν οἷός τε ὦ ἀπολύσομαι, μικρὰ ὑμῖν διηγησάμενος τῶν ἐμῶν.
3
ὁ γὰρ δυσάγωγος καὶ δυσπειθὴς ἐγώ, ὁ καταισχύνων τὸν πατέρα καὶ ἀνάξια πράττων τοῦ γένους, τότε μὲν αὐτῷ τὰ πολλὰ ἐκεῖνα βοῶντι καὶ διατεινομένῳ ὀλίγα χρῆναι ἀντιλέγειν ᾠόμην. ἀπελθὼν δὲ τῆς οἰκίας ἐνόμιζόν μοι δικαστήριον ἔσεσθαι μέγα καὶ ψῆφον ἀληθῆ τὸν μετὰ ταῦτα βίον καὶ τὸ φαίνεσθαι πάμπολυ τῶν τοῦ πατρὸς ἐγκλημάτων ἐκείνων ἀφεστηκότα καὶ περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἐσπουδακότα καὶ τοῖς ἀρίστοις συνόντα. προεωρώμην δὲ καὶ τοιοῦτό τι καὶ ὑπώπτευον ἤδηἤδη Pellet: μὴ δὴ MSS. ὡς οὐ σφόδρα καθεστηκότος πατρὸςτοῦ πατρός (Dindorf, Jacobitz), F only, and mistakenly; cf. υἱοῦ. ἀδίκως ὀργίζεσθαι καὶ ἐγκλήματα ψευδῆ καθʼ υἱοῦ συντιθέναι· καὶ ἦσάν τινες οἱ μανίας ἀρχὴν ταῦτα εἶναι νομίζοντες καὶ ἀπειλὴν καὶ ἀκροβολισμὸν οὐκ ἐς μακρὰν ἐπιπεσουμένου τοῦ κακοῦ, μῖσος ἄλογον καὶ νόμον ἀπηνῆ καὶ βλασφημίας προχείρους καὶ δικαστήριον σκυθρωπὸν καὶ βοὴν καὶ ὀργὴν καὶ ὅλως χολῆς μεστὰ πάντα. διὸ δὴ τάχα μοι καὶ ἰατρικῆς δεήσειν ποτὲ προσεδόκων.