32
καὶ τὰ μὲν τῆς γυναικός, ὦ πάτερ, οὕτως ἔχει, καὶ πάνυ σοι τετηρηκὼς λέγω — οὔ ποτε ῥᾷον ἕξει, κἂν μυριάκις πίῃ τοῦ φαρμάκου. διὰ τοῦτʼ ἐπιχειρεῖν οὐκ ἄξιον, εἰ μὴ πρὸς μόνον τὸ ἀποτυχεῖν με κατεπείγεις καὶ κακοδοξίᾳ περιβαλεῖν θέλεις. ἔασον ὑπὸ τῶν ὁμοτέχνων φθονεῖσθαι. ἐὰν δέ με ἀποκηρύξῃς πάλιν, ἐγὼ μὲν καίτοι πάντων ἔρημος γενόμενος οὐδὲν κατὰ σοῦ δεινὸν εὔξομαι· τί δʼ ἄν, ὅπερ μὴ γένοιτο, αὖθις ἡ νόσος ἐπανέλθῃ; φιλεῖ γάρ πως τὰ τοιαῦτα ἐρεθιζόμενα παλινδρομεῖν. τί με πρᾶξαι δεήσει; θεραπεύσω μὲν εὖ ἴσθι καὶ τότε καὶ οὔ ποτε λείψω τὴν τάξιν ἣν τοὺς παῖδας ἔταξεν ἡ φύσις, οὐδὲ τοῦ γένους τὸ ἐπʼ ἐμαυτῷ ἐπιλήσομαι. εἶτʼ ἂν σωφρονήσῃς, αὖθις ἀναλαμβάνειν πώποτε πιστεῦσαί με δεῖ; ὁρᾷς; ἤδη καὶ ταῦτα ποιῶν ἐπισπᾷ τὴν νόσον καὶ ὑπομιμνήσκεις τὸ πάθος. χθὲς καὶ πρῴην ἐκ τηλικούτων κακῶν ἀνασφήλας διατείνῃ καὶ βοᾷς, καὶ τὸ μέγιστον, ὀργίζῃ καὶ πρὸς μῖσος τρέπῃ καὶ τοὺς νόμους ἀνακαλεῖς. οἴμοι, πάτερ, ταῦτʼ ἦν σου καὶ τῆς πάλαι μανίας τὰ προοίμια.