Thesauros Literature satire Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος Lucian of Samosata
9 ἐπεὶ τοίνυν ἔξεστιν, καὶ τοῦ μὲν ἐγκαλεῖν μόνου ὁ πατὴρ κύριος, τοῦ κρῖναι δὲ εἰ εὔλογα αἰτιᾶται ὑμεῖς οἱ δικάζοντες, αὐτὸ μὲν ὅ μοι ἐπιφέρει καὶ ἐφʼ ᾧ νῦν ἀγανακτεῖ μηδέπω σκοπεῖτε, πρότερον δὲ ἐκεῖνο ἐξετάσατε, εἰ ἔτι δοτέον ἀποκηρύττειν αὐτῷ ἅπαξ ἀποκηρύξαντι καὶ χρησαμένῳ τῇ παρὰ τοῦ νόμου ἐξουσίᾳ καὶ ἀποπληρώσαντι τὴν πατρικὴν ταύτην δυναστείαν, εἶτʼ αὖθις ἀναλαβόντι καὶ λύσαντι τὴν ἀποκήρυξιν. ἐγὼ μὲν γὰρ ἀδικώτατον εἶναί φημι τὸ τοιοῦτον, ἀπεράντους γίνεσθαι καὶκαὶ ΓUZNB: κατὰ (C)A, not in F. τῶν παίδων τὰς τιμωρίας καὶ πολλὰς τὰς καταδίκας καὶ τὸν φόβον ἀΐδιον καὶ τὸν νόμον ἄρτι μὲν συνοργίζεσθαι, μετὰ μικρὸν δὲ λύεσθαι, καὶ πάλιν ὁμοίως ἰσχυρὸν εἶναι, καὶ ὅλως ἄνω καὶ κάτω στρέφεσθαι τὰ δίκαια πρὸς τὸ ἐπὶ καιροῦ δοκοῦν πατράσιν. ἀλλὰ τὸ μὲν πρῶτον ἄξιον ἐφιέναι καὶ ἀγανακτοῦντι συναγανακτεῖν καὶ κύριον τῆς τιμωρίας ποιεῖν τὸν γεγεννηκότα· ἢν δὲ ἅπαξ ἀναλώσῃ τὴν ἐξουσίαν καὶ καταχρήσηται τῷ νόμῳ καὶ ἐμπλησθῇ τῆς ὀργῆς, εἶτα μετὰ ταῦτα ἀναλάβῃ, χρηστὸν εἶναι μεταπεισθείς, ἐπὶ τούτων ἀνάγκη μένεινμένειν Ν(Fritsache): μὲν μένειν ΓUZ cett.; cf. p.494, n. 1. καὶ μηκέτι μεταπηδᾶν μηδὲ μεταβουλεύεσθαι μηδὲ μεταποιεῖν τὴν κρίσιν.
9 τοῦτοῦ Ν(CΜ): τοῦτο ΓUΖB. μὲν γὰρ τὸν γεννηθέντα πονηρὸν ἢ χρηστὸν ἀποβήσεσθαι οὐδέν, οἶμαι, γνώρισμα ἦν, καὶ διὰ τοῦτο τοὺς ἀναξίους τοῦ γένους παραιτεῖσθαι συγκεχώρηται τοῖς ὅτε ἠγνόουν ἀναθρεψαμένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme