Thesauros Literature satire Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος

Ἀποκηρυττόμενος Lucian of Samosata
10 ὅταν δὲ μὴ κατʼ ἀνάγκην ἀλλʼ ἐπʼ ἐξουσίας αὐτός τις ἀφʼ ἑαυτοῦἀφ᾽ ἑαυτοῦ Schaefer: ὑφ᾽ ἑαυτοῦ MSS. καὶ δοκιμάσας ἀναλάβῃ, τίς ἔτι μηχανὴ μεταβάλλεσθαι, ἢ τίς ἔτι χρῆσις ὑπόλοιπος τοῦ νόμου; φαίη γὰρ ἂν πρὸς σὲ ὁ νομοθέτης, εἰ πονηρὸς οὗτος ἦν καὶ τοῦ ἀποκηρυχθῆναι ἄξιος, τί παθὼν ἀνεκάλεις; τί δʼ αὖθις ἐπανῆγες ἐς τὴν οἰκίαν; τί δʼ ἔλυες τὸν νόμον; ἐλεύθερος γὰρ ἦσθα καὶ τοῦ μὴ ποιεῖν ταῦτα κύριος. οὐ γὰρ δὴ ἐντρυφᾶν σοι δοτέον τοῖς νόμοις οὐδὲ πρὸς τὰς σὰς μεταβολὰς συνάγεσθαι τὰ δικαστήρια, οὐδὲ ἄρτι μὲν λύεσθαι ἄρτι δὲ κυρίους εἶναι τοὺς νόμους καὶ τοὺς δικαστὰς καθῆσθαι μάρτυρας, μᾶλλον δὲ ὑπηρέτας, τῶν σοὶ δοκούντων, ὁτὲ μὲν κολάζοντας ὁτὲ δὲ διαλλάττοντας, ὁπόταν σοι δοκῇ. ἅπαξ γεγέννηκας, ἅπαξ ἀνατέτραφας, ἅπαξ καὶ τὸ ἀποκηρύττειν ἀντὶ τούτων ἔχεις, καὶ τότε, ἢν δικαίως αὐτὸ ποιεῖν δοκῇς· τὸ δʼ ἄπαυστον τοῦτο καὶ ἀΐδιον καὶ πολὺ ῥᾴδιονπολὺ ῥᾴδιον ΓΖ: πολὺ καὶ ῥᾴδιον other ΜSS.: cf. Mer., 9, 3, πολὺ ἀφόρητος. μεῖζον ἤδη τῆς πατρικῆς ἐστιν ἐξουσίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme