11
μὴ δή, πρὸς Διός, ὦ ἄνδρες δικασταί, συγχωρήσητε αὐτῷ ἑκούσιον τὴν ἀνάληψιν πεποιημένῳ καὶ λύσαντι τὴν γνῶσιν τοῦ πάλαι δικαστηρίου καὶ ἀκυρώσαντι τὴν ὀργὴν αὖθις τὴναὖθις ἐπὶ τὴν ΜSS.: ἐπὶ excised by Fritzsche. αὐτὴν τιμωρίαν ἀνακαλεῖν καὶ ἐπὶ τὴν ἐξουσίαν τὴν πατρικὴν ἀνατρέχειν, ἧς ἔξωρος ἤδη καὶ ἕωλος ἡ προθεσμία καὶ μόνῳ τούτῳ ἄκυρος καὶ προδεδαπανημένη. ὁρᾶτε γάρ που καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ὡς ἀπὸ μὲν τῶν κλήρῳ λαχόντων δικαστῶν, ἤν τις ἄδικον οἴηται γεγενῆσθαι τὴν κρίσιν, δίδωσιν ὁ νόμος ἐς ἕτερον ἐφεῖναι δικαστήριον· ἢν δέ τινες ἑκόντες αὐτοὶ σύνθωνται δικαστὰς καὶ προελόμενοι ἐπιτρέψωσιν διαιτᾶν, οὐκέτι. οἷς γὰρ ἐξῆν μηδὲ τὴν ἀρχὴν ἐμμένειν,ἐμμένειν The sense seems to require ἐπιτρέψαι. εἰ τούτους τις αὐθαίρετος εἵλετο, στέργειν ἐστὶ δίκαιος τοῖς ἐγνωσμένοις. οὕτω δὴ καὶ σύ, ὃν ἐξῆν μηκέτʼ ἀναλαμβάνειν εἰ ἀνάξιοςεἰ ἀνάξιος Ν: εἰ μὴ ἀνάξιος οἴμοι MSS. ἐδόκει τοῦ γένους, τοῦτον εἰ χρηστὸν ἡγησάμενος εἶναι πάλιν ἀνείληφας, οὐκέτʼ ἀποκηρύττειν ἕξεις· ὅτι γὰρ οὐκ ἄξιος αὖθις παθεῖν ταῦτα, ὑπʼ αὐτοῦ σοῦ μεμαρτύρηται καὶ χρηστὸς ἤδη ἀνωμολόγηται. ἀμετανόητον οὖν τὴν ἀνάληψιν καὶ τὴν διαλλαγὴν βέβαιον εἶναι προσήκει μετὰ κρίσιν οὕτω πολλὴν καὶ δύο δικαστήρια, ἓν μὲνμὲν N(BCM): μὲν εἰ ΓΖ, μένει U. τὸ πρῶτον, ἐφʼ οὗ παρῃτήσω, δεύτερον δὲ τὸ σόν, ὅτε μετεβουλεύσω καὶ ἀνάδαστον ἐποίησας· τὰ πρότερον ἐγνωσμένα λύσας βεβαιοῖς τὰ μετʼ ἐκεῖνα βεβουλευμένα. μένε τοίνυν ἐπὶ τῶν τελευταίων καὶ φύλαττε τὴν σαυτοῦ κρίσιν· πατέρα σε εἶναι δεῖ· τοῦτο γὰρ ἔδοξέ σοι, τοῦτʼ ἐδοκίμασας, τοῦτʼ ἐκύρωσας.