1
ὦ κρόνε, σὺ γὰρ ἔοικας ἄρχειν τό γε νῦν εἶναι καὶ σοὶ τέθυται καὶ κεκαλλιέρηται παρʼ ἡμῶν, τί ἂν μάλιστα ἐπὶ τῶν ἱερῶν αἰτήσας λάβοιμι παρὰ σοῦ;
1
τοῦτο μὲν αὐτόν σε καλῶς ἔχει ἐσκέφθαι ὅ τι σοι εὐκταῖον, εἰ μὴ καὶ μάντιν ἅμα ἐθέλεις εἶναι τὸν ἄρχοντα, εἰδέναι τί σοι ἥδιον αἰτεῖν· ἐγὼ δὲ τά γε δυνατὰ οὐκ ἀνανεύσω πρὸς τὴν εὐχήν.
1
ἀλλὰ πάλαι ἔσκεμμαι· ἐρῶ γὰρ τὰ κοινὰ ταυτὶ καὶ πρόχειρα, πλοῦτον καὶ χρυσὸν πολὺν καὶ ἀγρῶν δεσπότην εἶναι καὶ ἀνδράποδα πολλὰ κεκτῆσθαι καὶ ἐσθῆτας εὐανθεῖς καὶ μαλακὰς καὶ ἄργυρον καὶ ἐλέφαντα καὶ τἆλλα ὁπόσα τίμια. τούτων οὖν, ὦ ἄριστε Κρόνε, δίδου μοι, ὥς τι καὶ αὐτὸν ἀπολαῦσαι τῆς σῆς ἀρχῆς μηδὲ ἄμοιρον εἶναι μόνον αὐτὸν διὰ παντὸς τοῦ βίου.
2
ὁρᾷς; οὐ κατʼ ἐμὲ τοῦτο ᾔτησας· οὐ γὰρ ἐμὸν διανέμειν τὰ τοιαῦτα. ὥστε μὴ ἄχθου, εἰ ἀτυχήσειας αὐτῶν, ἀλλʼ αἴτει παρὰ τοῦ Διός, ὁπόταν εἰς ἐκεῖνον ἡ ἀρχὴ περιέλθῃ μετʼ ὀλίγον. ἐγὼ δʼ ἐπὶ ῥητοῖς παραλαμβάνω τὴν δυναστείαν· ἑπτὰ μὲν ἡμερῶν ἡ πᾶσα βασιλεία, καὶ ἢν ἐκπρόθεσμος τούτων γένωμαι, ἰδιώτης εὐθύς εἰμι καὶ τοῦ πολλοῦ δήμου εἷς· ἐν αὐταῖς δὲ ταῖς ἑπτὰ σπουδαῖον μὲν οὐδὲν οὐδὲ ἀγοραῖον διοικήσασθαί μοι συγκεχώρηται, πίνειν δὲ καὶ μεθύειν καὶ βοᾶν καὶ παίζειν καὶ κυβεύειν καὶ ἄρχοντας καθιστάναι καὶ τοὺς οἰκέτας εὐωχεῖν καὶ γυμνὸν ᾅδειν καὶ κροτεῖν ὑποτρέμοντα, ἐνίοτε δὲ καὶ ἐς ὕδωρ ψυχρὸν ἐπὶ κεφαλὴν ὠθεῖσθαι ἀσβόλῳ κεχρισμένον τὸ πρόσωπον, ταῦτα ἐφεῖταί μοι ποιεῖν. τὰ μεγάλα δὲ ἐκεῖνα, τὸν πλοῦτον καὶ τὸ χρυσίον, ὁ Ζεὺς διαδίδωσιν οἷς ἂν ἐθέλῃ.
3
ἀλλʼ οὐδʼ ἐκεῖνος, ὦ Κρόνε, ῥᾳδίως καὶ προχείρως. ἐγὼ γοῦν ἤδη ἀπηγόρευκα αἰτῶν μεγάλῃ τῇ φωνῇ, ὁ δʼ οὐκ ἐπαΐει τὸ παράπαν, ἀλλὰ τὴν αἰγίδα ἐπισείων καὶ τὸν κεραυνὸν ἐπανατεινόμενος δριμὺ ἐνορῶν ἐκπλήττει τοὺς ἐνοχλοῦντας· ἢν δέ ποτε καὶ ἐπινεύσῃ τινὶ καὶ πλούσιον ποιῇ, πολὺ τὸ ἄκριτον ἐνταῦθα, καὶ τοὺς ἀγαθοὺς ἐνίοτε καὶ συνετοὺς ἀφεὶς ὁ δὲ παμπονήροις τε καὶ ἀνοήτοις ἀνδράσι περιχεῖ τὸν πλοῦτον, μαστιγίαις ἢ ἀνδρογύνοις τοῖς πλείστοις αὐτῶν. πλὴν τά γε σοὶ δυνατὰ ἐθέλω εἰδέναι τίνα ταῦτά ἐστιν.