20
καίτοι ἀκούω τῶν ποιητῶν λεγόντων ὡς τὸ παλαιὸν οὐ τοιαῦτα ἦν τοῖς ἀνθρώποις τὰ πράγματα σοῦ ἔτι μοναρχοῦντος, ἀλλʼ ἡ μὲν γῆ ἄσπορος καὶ ἀνήροτος ἔφυεν αὐτοῖς τὰ ἀγαθά, δεῖπνον ἕτοιμον ἑκάστῳ ἐς κόρον, ποταμοὶ δὲ οἱ μὲν οἶνον, οἱ δὲ γάλα, εἰσὶ δὲ οἳ καὶ μέλι ἔρρεον· τὸ δὲ μέγιστον, αὐτοὺς ἐκείνους φασὶ τοὺς ἀνθρώπους χρυσοῦς εἶναι, πενίαν δὲ μηδὲ τὸ παράπαν αὐτοῖς πλησιάζειν. ἡμεῖς δὲ αὐτοὶ μὲν οὐδὲ μόλυβδος ἄν εἰκότως δοκοίημεν, ἀλλʼ εἴ τι καὶ τούτου ἀτιμότερον, ἡ τροφὴ δὲ μετὰ πόνων τοῖς πλείστοις, ἡ πενία δὲ καὶ ἀπορία καὶ ἀμηχανία καὶ τὸ οἴμοι καὶ τὸ πόθεν ἄν μοι γένοιτο καὶ ὢ τῆς τύχης πολλὰ τοιαῦτα παρὰ γοῦν ἡμῖν τοῖς πένησι. καὶ ἧττον ἄν, εὖ ἴσθι, ἠνιώμεθα ἂν ἐπʼ αὐτοῖς, εἰ μὴ τοὺς πλουσίους ἑωρῶμεν τοσαύτῃ εὐδαιμονίᾳ συνόντας, οἳ τοσοῦτον μὲν χρυσόν, τοσοῦτον δὲ ἄργυρον ἐγκλεισάμενοι, ἐσθῆτας δὲ ὅσας ἔχοντες, ἀνδράποδα δὲ καὶ ζεύγη καὶ συνοικίας καὶ ἀγρούς, πάμπολλα δὲ ταῦτα ἕκαστα κεκτημένοι οὐχ ὅπως μετέδοσαν ἡμῖν ποτε αὐτῶν, ἀλλʼ οὐδὲ προσβλέπειν τοὺς πολλοὺς ἀξιοῦσι.
21
ταῦτα ἡμᾶς μάλιστα ἀποπνίγει, ὦ Κρόνε, καὶ ἀφόρητον ἡγούμεθα τὸ πρᾶγμα, τὸν μὲν ἐφʼ ἁλουργίδων κατακείμενον τοσούτοις ἀγαθοῖς ἐντρυφᾶν ἐρυγγάνοντα καὶ ὑπὸ τῶν συνόντων εὐδαιμονιζόμενον ἀεὶ ἑορτάζοντα, ἐμὲ δὲ καὶ τοὺς ὁμοίους ὀνειροπολεῖν, εἴ ποθεν ὀβολοὶ τέτταρες γένοιντο, ὡς ἔχοιμεν ἄρτων γοῦν ἢ ἀλφίτων ἐμπεπλησμένοι καθεύδειν κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντες. ἢ τοίνυν ταῦτα, ὦ Κρόνε, ἀλλάττειν καὶ μεταποιεῖν ἐς τὸ ἰσοδίαιτον, ἢ τὸ ὕστατον, αὐτούς γε ἐκείνους κελεύειν τοὺς πλουσίους μὴ μόνους ἀπολαύειν τῶν ἀγαθῶν, ἀλλὰ ἀπὸ μεδίμνων τοσούτων χρυσίου χοίνικά γε ἡμῶν πάντων κατασκεδάσαι, ἀπὸ δὲ ἱματίων ὅσα κἂν ὑπὸ σητῶν διαβρωθέντα οὐκ ἂν αὐτοὺς ἀνιάσειε· ταῦτα γοῦν πάντως ἀπολλύμενα καὶ ὑπὸ τοῦ χρόνου διαφθαρησόμενα ἡμῖν δοῦναι περιβαλέσθαι μᾶλλον ἢ ἐν ταῖς κοίταις καὶ κίσταις εὐρῶτι πολλῷ κατασαπῆναι.