Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata
26 τὸ δὲ ὅλον, ἴστε οἱ πέ νητες ὑμεῖς ἐξηπατημένοι καὶ οὐκ ὀρθῶς δοξάζοντες περὶ τῶν πλουσίων, οἵ γε πανευδαίμονας αὐτοὺς οἴεσθε εἶναι καὶ μόνους ἡδύν τινα βιοῦν τὸν βίον, ὅτι δειπνεῖν τε πολυτελῶς ἔστιν αὐτοῖς καὶ μεθύσκεσθαι οἴνου ἡδέος καὶ παισὶν ὡραίοις καὶ γυναιξὶν ὁμιλεῖν καὶ ἐσθῆσι μαλακαῖς χρῆσθαι· τὸ δὲ πάνυ ἀγνοεῖτε ὁποῖον ἐστιν. αἵ τε γὰρ φροντίδες αἱ περὶ τούτων οὐ μικραί, ἀλλʼ ἀνάγκη ἐπαγρυπνεῖν ἑκάστοις, μή τι ὁ οἰκονόμος βλακεύσας ἢ ὑφελόμενος λάθῃ, μὴ ὁ οἶνος ὀξυνθῇ, μὴ ὁ σῖτος φθειρὶ ζέσῃ, ἢ ὁ λῃστὴς ὑφέληται τὰ ἐκπώματα, μὴ πιστεύσῃ τοῖς συκοφάνταις ὁ δῆμος λέγουσι τυραννεῖν αὐτὸν ἐθέλειν ταῦτα δὲ πάντα οὐδὲ τὸ πολλοστὸν ἄν εἴη μέρος τῶν ἀνιώντων αὐτούς· εἰ γοῦν ἠπίστασθε τοὺς φόβους καὶ τὰς μερίμνας ἃς ἔχουσι, πάνυ ἂν ὑμῖν φευκτέον ὁ πλοῦτος ἔδοξεν.
27 ἐπεί τοι οἴει με αὐτὸν οὕτως ἄν ποτε κορυβαντιᾶσαι, ὡς εἰ καλὸν ἦν τὸ πλουτεῖν καὶ βασιλεύειν, ἀφέντα ἂν αὐτὰ καὶ παραχωρήσαντα ἄλλοις καθῆσθαι ἰδιωτεύοντα καὶ ἀνέχεσθαι ὑπʼ ἄλλῳ ταττόμενον; ἀλλὰ τὰ πολλὰ ταῦτα εἰδώς, ἃ τοῖς πλουσίοις καὶ ἄρχουσι προσεῖναι ἀνάγκη, ἀφῆκα τὴν ἀρχὴν εὖ ποιῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme