Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata
39 ταῦτʼ ἐστὶ καὶ τὰ τοιαῦτα, ὑφʼ ὧν ἡμεῖς ἐβουλευσάμεθα πρὸς τὸ λοιπὸν ἀσφαλείας τῆς ἡμετέρας ἕνεκεν μηκέτι ἐπιβατὸν αὐτοῖς ποιεῖν τὴν οἰκίαν. εἰ δὲ ἐπὶ σοῦ συνθοῖντο μετρίων δεήσεσθαι, ὥσπερ νῦν φασι, μηδὲν δὲ ὑβριστικὸν ἐν τοῖς συμποσίοις ὥσπερ νῦν φασι, μηδὲν δὲ ὑβριστικὸν ἐν τοῖς συμποσίοις ἐργάσεσθαι, κοινωνούντων ἡμῖν καὶ συνδειπνούντων τύχῃ τῇ ἀγαθῇ. καὶ τῶν ἱματίων, ὡς σὺ κελεύεις, πέμψομεν καὶ τοῦ χρυσίου ὁπόσον οἷόν τε καὶ προσδαπανήσομεν, καὶ ὅλως οὐδὲν ἐλλείψομεν· καὶ αὐτοὶ δὲ ἀφέμενοι τοῦ κατὰ τέχνην ὁμιλεῖν ἡμῖν φίλοι ἀντὶ κολάκων καὶ παρασίτων ἔστωσαν. ὡς ἡμᾶς γε οὐδὲν ἂν αἰτιάσαιο κἀκείνων τὰ δέοντα ποιεῖν ἐθελόντων.
← Previous 21 / 21

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme