Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata
5 εἰ μὴ ἑορτήν, ὦ οὗτος, ἤγομεν καὶ μεθύειν ἐφεῖτο καὶ λοιδορεῖσθαι τοῖς δεσπόταις ἐπʼ ἐξουσίας, ἔγνως ἄν ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι, τοιαῦτα ἐρωτήσας, οὐκ αἰδεσθεὶς πολιὸν οὕτω καὶ πρεσβύτην θεόν.
5 κἀγὼ ταῦτα, ὦ Κρόνε, οὐ παρʼ ἐμαυτοῦ φημι, ἀλλʼ Ἡσίοδος καὶ Ὅμηρος, ὀκνῶ γὰρ λέγειν ὅτι καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι σχεδὸν ταῦτα πεπιστεύκας· περὶ σοῦ.
6 οἴει γὰρ τὸν ποιμένα ἐκεῖνον,τὸν ἀλαζόνα, ὑγιές τι περὶ ἐμοῦ εἰδέναι; σκόπει δὲ οὕτως. ἔσθʼ ὅστις ἄνθρωπος — οὐ γὰρ θεὸν ἐρῶ — ὑπομείνειεν ἂν ἑκὼν αὐτὸς καταφαγεῖν τὰ τέκνα, εἰ μὴ τις Θυέστης ἦν καὶ ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε; καὶ τοῦτό γʼ ἂν εἴη, πῶς δʼ ἀγνοήσει λίθον ἀντὶ βρέφους ἐσθίων, εἰ μὴ ἀνάλγητος εἴη τοὺς ὀδόντας; ἀλλʼ οὔτε ἐπολεμήσαμεν οὔτε ὁ Ζεὺς βίᾳ τὴν ἀρχὴν ἀφείλετο, ἑκόντος δέ μου παραδόντος αὐτῷ καὶ ὑπεκστάντος ἄρχειν· ὅτι μὲν γὰρ οὔτε πεπέδημαι οὔτε ἐν τῷ Ταρτάρῳ εἰμί, καὶ αὐτὸς ὁρᾷς, οἶμαι εἰ μὴ τυφλὸς ὥσπερ Ὅμηρος εἶ.
7 τί παθὼν δέ, ὦ Κρόνε, ἀφῆκας τὴν ἀρχήν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme