Thesauros Literature satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata
10 Ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδ’ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται.
10 Ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε πῶς μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων. ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων ἀλλ’ εἰς τὸν Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται, ἀλλὰ τὴν μὲν ἅρπην εἶχεν πάνυ τεθηγμένην. τὰ δ’ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι ὑμῖν ἄξια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme