Thesauros Literature satire Ζεύξις ἢ Ἀντίοχος

Ζεύξις ἢ Ἀντίοχος

Ζεύξις ἢ Ἀντίοχος Lucian of Samosata
11 Οἱ Γαλάται δὲ οἱ μὲν ἐτεθνήκεσαν, πολλοῦ τοῦ φόνου γενομένου, οἱ δὲ ζῶντες ἐλαμβάνοντο, πλὴν πάνυ ὀλίγοι ὁπόσοι ἔφθασαν εἰς τὰ ὄρη ἀναφυγόντες, οἱ Μακεδόνες δὲ ὅσοι σὺν Ἀντιόχῳ ἦσαν, ἐπαιώνιζον καὶ προσιόντες ἄλλος ἀλλαχόθεν ἀνέδουν τὸν βασιλέα καλλίνικον ἀναβοῶντες. ὁ δὲ καὶ δακρύσας, ὥς φασιν, Αἰσχυνώμεθα, ἔφη, ὦ στρατιῶται, οἷς γε ἡ σωτηρία ἐν ἑκκαίδεκα τούτοις θηρίοις ἐγένετο· ὡς εἰ μὴ τὸ καινὸν τοῦ θεάματος ἐξέπληξε τοὺς πολεμίους, τί ἂν ἡμεῖς ἦμεν πρὸς αὐτούς; ἔπι τε τῷ τροπαίῳ κελεύει ἄλλο μηδέν, ἐλέφαντα δὲ μόνον ἐγκολάψαι.
12 Ὥρα τοίνυν με σκοπεῖν μὴ καὶ τοὐμὸν ὅμοιον ᾖ
← Previous 7 / 7

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme