Thesauros Literature satire Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος

Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος

Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος Lucian of Samosata
13 τί δʼ; οὐχὶ καὶ ἐν τῷ τῶν ἐντολῶν βιβλίῳ, ὃ ἀεὶ παρὰ βασιλέως λαμβανετε, τοῦτο πρῶτον ὑμῖν ἐστι παράγγελμα, τῆς ὑγιείας τῆς ὑμετέρας αὐτῶν ἐπιμελεῖσθαι; καὶ μάλʼ εἰκότως· οὐδὲν γὰρ ἂν εἴη ὄφελος ὑμῶν πρὸς τὰ ἄλλα μὴ οὕτω διακειμένων. ἀλλὰ καὶ ὑμεῖς αὐτοί, εἴ τι κἀγὼ τῆς Ῥωμαίων φωνῆς ἐπαΐω, τοὺς προσαγορεύοντας ἀντιδεξιούμενοι τῷ τῆς ὑγιείας ὀνόματι πολλάκις ἀμείβεσθε.
14 καὶ ταῦτα πάντα εἶπον οὐχ ὡς ἐκ προνοίας ἀφελὼν μὲν τὸ χαίρειν, ἐπιτηδεύσας δὲ ἀντʼ αὐτοῦ εἰπεῖν τὸ ὑγιαίνειν, ἀλλʼ ὡς τοῦτο μὲν ἄκων παθών· ἢ γελοῖός γʼ ἂν ἦν ξενίζων καὶ τοὺς καιροὺς τῶν προσαγορεύσεων ἐναλλάττων.
15 χάριν δὲ ὁμολογῶ τοῖς θεοῖς, ὅτι μοι τὸ σφάλμα εἰς ἄλλο μακρῷ αἰσιώτερον περιετράπη καὶ εἰς τὸ ἄμεινον παρώλισθον, καὶ τάχα τῆς Ὑγιείας ἢ Ἀσκληπιοῦ αὐτοῦ ἐπιπνοίᾳ τοῦτʼ ἐπράχθη διʼ ἐμοῦ σοι τὸ ὑγιαίνειν ὑπισχνουμένου· ἐπεὶ ἔγωγε πῶς ἂν αὐτὸ ἔπαθον ἄνευ θεοῦ μηδέπω πρότερον ἐν τῷ μακρῷ βίῳ ταραχθεὶς ὅμοιον;
16 εἰ δὲ δεῖ καὶ ἀνθρωπίνην τινὰ ὑπὲρ τοῦ γεγονότος ἀπολογίαν εἰπεῖν, οὐδὲν ξένον, εἰ πάνυ ἐσπουδακὼς ἐπὶ τοῖς ἀρίστοις ὑπὸ σοῦ γνωρίζεσθαι ἐκ τῆς ἄγαν ἐπιθυμίας εἰς τοὐναντίον διαταραχθεὶς ἐνέπεσον. τάχα δʼ ἄν τινα ἐκπλήξειε τῆς κατʼ ὀρθὸν λογισμὸν καὶ στρατιωτῶν πλῆθος, ὧν οἱ μὲν προωθοῦντες, οἱ δὲ ἐν τῇ τάξει τῆς προσαγορεύσεως μὴ μένοντες.
17 σὺ δʼ εὖ οἶδʼ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσι τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης· ὡς τό γε πάνυ θαρραλέον ἐν τοῖς τοιούτοις οὐ πόρρω θρασύτητος καὶ ἀναισχυντίας ἐστί. καὶ ἔμοιγε εἴη μηδὲν μὲν τοιοῦτο σφάλλεσθαι, εἰ δὲ συμβαίη, πρὸς εὐφημίαν αὐτὸ τρέπεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme