Thesauros Literature satire Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος

Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος

Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος Lucian of Samosata
18 ἐπὶ γοῦν τοῦ πρώτου Σεβαστοῦ καὶ τοιόνδε τι λέγεται γενέσθαι· ὁ μὲν ἔτυχε δίκην τινὰ δικάσας ὀρθῶς καὶ ἀπολύσας ἐγκλήματος τοῦ μεγίστου ἀδίκως συκοφαντούμενον ἄνθρωπον, ὁ δὲ χάριν ὁμολογῶν μεγάλῃ τῇ φωνῇ, Χάριν οἶδά σοι, ἔφη, ὦ αὐτοκράτορ, ὅτι κακῶς καὶ ἀδίκως ἐδίκασας· καὶ τῶν περὶ Σεβαστὸν ἀγανακτησάντων καὶ διασπάσασθαι τὸν ἄνθρωπον ἐθελόντων, Παύσασθε χαλεπαίνοντες, ἐκεῖνος ἔφη· οὐ γὰρ τὴν γλῶτταν αὐτοῦ, ἀλλὰ τὴν γνώμην ἐξετάζειν ἄξιον. ἐκεῖνος μὲν οὕτως· σὺ δʼ εἴτε τὴν γνώμην σκέψαιο, πάνυ εὔνουν εὑρήσεις, εἴτε τὴν γλῶτταν, εὔφημος καὶ αὐτή.
19 ἔοικα δʼ ἐνταῦθα ἤδη γενόμενος εἰκότως ἄλλο τι φοβήσεσθαι, μή τισι δόξω ἐξεπίτηδες ἡμαρτηκέναι, ὡς τὴν ἀπολογίαν ταύτην συγγράψαιμι. καὶ εἴη γε, ὦ φίλτατε Ἀσκληπιέ, τοιοῦτον φανῆναι τὸν λόγον, ὡς μὴ ἀπολογίαν, ἀλλʼ ἐπιδείξεως ἀφορμὴν εἶναι δοκεῖν.
← Previous 7 / 7

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme