4
οὐκ ἀπεικότα γοῦν λέγοιεν ἄν, εἰ λέγοιεν ἤτοι ἄλλου του γενναίου ἀνδρὸς εἶναι τὸ βιβλίον καὶ σὲ τὸν κολοιὸν ἀλλοτρίοις πτεροῖς ἀγαλλεσθαι, ἢ εἴπερ σόν ἐστιν, ὅμοιά σε τῷ Σαλαίθῳ ποιεῖν, ὃς πικρότατον κατὰ μοιχῶν τοῖς Κροτωνιάταις νόμον θεὶς καὶ θαυμαζόμενος ἐπʼ αὐτῷ μετὰ μικρὸν αὐτὸς ἑάλω μοιχεύων τοῦ ἀδελφοῦ τὴν γυναῖκα. περὶ πόδα τοίνυν καὶ σὲ τὸν Σάλαιθον ἐκεῖνον εἶναι φαίη τις ἄν· μᾶλλον δὲ πολὺ μετριώτερος ἐκεῖνος, ἔρωτι μὲν ἁλούς, ὡς ἔφασκεν ἀπολογούμενος, ἑκὼν δὲ μάλα εὐψύχως ἐς τὸ πῦρ ἁλλόμενος, καίτοι ἐλεούντων αὐτὸν ἤδη Κροτωνιατῶν καὶ ἐνδιδόντων φυγεῖν, εἰ βούλοιτο. τὸ δὲ σὸν οὐ παρὰ μικρὸν ἀτοπώτερον, ἀκριβοῦντος μὲν ἐν τοῖς λόγοις τὴν τοῦ τοιούτου βίου δουλοπρέπειαν καὶ κατηγοροῦντος, εἴ τις εἰς πλουσίου τινὸς ἐμπεσὼν καὶ καθείρξας ἑαυτὸν ἀνέχοιτο μυρία τὰ δυσχερῆ πάσχων καὶ ποιῶν, ἐν γήρᾳ δὲ ὑστάτῳ καὶ σχεδὸν ἤδη ὑπὲρ τὸν οὐδὸν οὕτως ἀγεννῆ λατρείαν ἐπανῃρημένου καὶ μονονουχὶ καὶ ἐμπομπεύοντος αὐτῇ· ὅσῳ γοῦν πᾶσιν ἐπισημότερος εἶναι δοκεῖς, τοσούτῳ καταγελαστότερος ἂν δόξειας εἶ ναι, ἀντιφωνοῦντος τοῦ νῦν βίου τῷ βιβλίῳ.