Thesauros Literature satire Ἀπολογία

Ἀπολογία

Ἀπολογία Lucian of Samosata
10 τί οὖν ἄλλο, εἰ μήτε ταῦτα μήτε ἐκεῖνα λέγειν δοκεῖ, ὑπόλοιπόν ἐστιν ἢ ὁμολογεῖν μηδὲ ἓν ὑγιὲς εἰπεῖν ἔχειν; μία μοι ἴσως ἐκείνη ἄγκυρα ἔτι ἄβροχος, ὀδύρεσθαι τὸ γῆρας καὶ τὴν νόσον καὶ μετὰ τούτων τὴν πενίαν πάντα ποιεῖν καὶ πάσχειν ἀναπείθουσαν, ὡς ἐκφύγοι τις αὐτήν· καὶ ἐν τῷ τοιούτῳ οὐκ ἄκαιρον ἴσως καὶ τὴν τοῦ Εὐριπίδου Μήδειαν παρακαλέσαι παρελθοῦσαν εἰπεῖν ὑπὲρ ἐμοῦ ἐκεῖνα τὰ ἰαμβεῖα μικρὸν αὐτὰ παρῳδήσασαν· καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, πενία δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. τὸ μὲν γὰρ τοῦ Θεόγνιδος κἂν ἐγὼ μὴ λέγω, τίς οὐκ οἶδεν, οὐκ ἀπαξιοῦντος, καὶ ἐς βαθυκήτεα πόντον σφᾶς αὐτοὺς ῥιπτεῖν καὶ κατὰ κρημνῶν γε ἠλιβάτων, εἰ μέλλει τις οὕτως ἀποδράσεσθαι τὴν πενίαν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme