Thesauros Literature satire Ἁρμονίδης

Ἁρμονίδης

Ἁρμονίδης Lucian of Samosata
1 ‘Αρμονίδης ὁ αὐλητὴς ἤρετό ποτε Τιμόθεον διδάσκαλον αὐτοῦ ὄντα, Εἰπέ μοι, ἔφη, ὦ Τιμόθεε, πῶς ἂν ἔνδοξος γενοίμην ἐπὶ τῇ τέχνῃ; καὶ τί ποιοῦντα εἴσονταί με οἱ Ἕλληνες ἅπαντες; τὰ μὲν γὰρ ἄλλα εὖ ποιῶν ἐδιδάξω με ἤδη, ἁρμόσασθαι τὸν αὐλὸν ἐς τὸ ἀκριβὲς καὶ ἐμπνεῖν ἐς τὴν γλωσσίδα λεπτόν τι καὶ ἐμμελὲς καὶ ὑποβάλλειν τοὺς δακτύλους εὐαφῶς ὑπὸ πυκνῇ τῇ ἄρσει καὶ θέσει καὶ βαίνειν ἐν ῥυθμῷ καὶ σύμφωνα εἷναι εἷναι Macleod: εἶναι MSS. τὰ μέλη πρὸς τὸν χορὸν καὶ τῆς ἁρμονίας ἑκάστης διαφυλάττειν τὸ ἴδιον, τῆς Φρυγίου τὸ ἔνθεον, τῆς Λυδίου τὸ Βακχικόν, τῆς Δωρίου τὸ σεμνόν, τῆς Ἰωνικῆς τὸ γλαφυρόν. ταῦτα μὲν οὖν πάντα ἐκμεμάθηκα παρὰ σοῦ· τὰ μέγιστα δὲ καὶ ὧν ἕνεκα ἐπεθύμησα τῆς αὐλητικῆς, οὐχ ὁρῶ πῶς ἂν ἀπ' αὐτῆς μοι προσγένοιτο, ἡ δόξα ἡ παρὰ τῶν πολλῶν καὶ τὸ ἐπίσημον εἶναι ἐν πλήθεσι καὶ δείκνυσθαι τῷ δακτύλῳ, καὶ ἤν που φανῶ, εὐθὺς ἐπιστρέφεσθαι πάντας εἰς ἐμὲ καὶ λέγειν τοὔνομα, οὗτος Ἁρμονίδης ἐκεῖνός ἐστιν ὁ ἄριστος αὐλητής, ὥσπερ ὅτε καὶ σύ, ὦ Τιμόθεε, τὸ πρῶτον ἐλθὼν οἴκοθεν ἐκ Βοιωτίας ὑπηύλησας τῇ Πανδιονίδι καὶ ἐνίκησας ἐνίκησας Jens; νικήσας MSS: νὴ Δί' ᾖσας L. A. Post. ἐν τῷ Αἴαντι τῷ ἐμμανεῖ, τοῦ ὁμωνύμου ὁμωνύμου Manilius: ὁμώνυμόν MSS. σοι ποιήσαντος τὸ μέλος, οὐδεὶς ἦν ὃς ἠγνόει τοὔνομα, Τιμόθεον ἐκ Θηβῶν. ἀλλ’ ἔνθα ἂν καὶ νῦν φανῇς, συνθέουσιν ἐπὶ σὲ πάντες ὥσπερ ἐπὶ τὴν γλαῦκα τὰ ὄρνεα. ταῦτ' ἐστὶν δι’ ἅπερ ηὐξάμην αὐλητὴς γενέσθαι καὶ ὑπὲρ ὧν πεπόνηκα τὸν πόνον τὸν πολύν· ἐπεὶ τό γε αὐλεῖν αὐτὸ ἄνευ τοῦ ἔνδοξον εἶναι δι’ αὐτὸ οὐκ ἂν δεξαίμην ἀγνώστῳ μοι προσγενόμενον, οὐδ’ εἰ Μαρσύας ἢ Ὄλυμπος γενήσεσθαι μέλλοιμι λανθάνων. οὐδὲν γὰρ ὄφελος ἀπορρήτου, φασί, καὶ ἀφανοῦς τῆς μουσικῆς. ἀλλὰ σύ, ἔφη, καὶ ταῦτα παίδευσόν με, ὅπως μοι χρηστέον κἀμαυτῷ καὶ τῇ τέχνῃ, καί σοι διττὴν εἴσομαι τὴν χάριν, καὶ ἐπὶ τῇ αὐλήσει καί, τὸ μέγιστον, ἐπὶ τῇ δόξῃ αὐτῆς.
1 / 4 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme