4
Καὶ γὰρ οὐδὲ ἐκεῖνό μοι ἱκανόν, εἰ πολλοὶ ἐθαύμασαν πρότερον, εἰ ἔνδοξος ἤδη ἐγώ, εἰ ἐπαινοῦνται πρὸς τῶν ἀκουσάντων οἱ λόγοι. πάντα ἐκεῖνα ὑπηνέμια ὀνείρατα, φασί, καὶ ἐπαίνων σκιαί. τὸ δ’ ἀληθὲς ἐν τῷ παρόντι δειχθήσεται· οὗτος ἀκριβὴς ὅρος τῶν ἐμῶν, οὐδὲν ἀμφίδοξον ἔτι οὐδ’ ὡς ἄν τις ἐνδοιάσειεν, ἀλλ’ ἢ ἄριστον κατὰ παιδείαν δεήσει νομίζεσθαι, σοί γε δόξαν, ἢ πάντων—εὐφημεῖν δὲ χρὴ πρὸς οὕτω μέγαν ἀγῶνα χωροῦντα. δόξαιμεν γάρ, ὦ θεοί, λόγου ἄξιοι καὶ βεβαιώσαιτε ἡμῖν τὸν παρὰ τῶν ἄλλων ἔπαινον, ὡς τὸ λοιπὸν θαρροῦντας ἐς τοὺς πολλοὺς παρεῖναι. πᾶν γὰρ ἤδη στάδιον ἧττον φοβερὸν τῷ Ὀλύμπια τὰ μεγάλα νενικηκότι.