Thesauros Literature satire Σκύθης ἢ Πρόξενος

Σκύθης ἢ Πρόξενος

Σκύθης ἢ Πρόξενος Lucian of Samosata
5 τοῦτο μέν, ἔφη ὁ Τόξαρις, ἥκιστα ἐρωτικὸν εἴρηκας, ἐπὶ τὰς θύρας αὐτὰς ἐλθόντα οἴχεσθαι ἀπιόντα. πλὴν ἀλλὰ θάρρει· οὐ γαρ ἄν, ὡς φής, ἀπέλθοις οὐδʼ ἂν ἀφείη σε ῥᾳδίως ἡ πόλις· οὐχ οὕτως ὀλίγα τὰ θέλγητρα ἔχει πρὸς τοὺς ξένους, ἀλλὰ μάλα ἐπιλήψεταί σου, ὡς μήτε γυναικὸς ἔτι μήτε παίδων, εἴ σοι ἤδη εἰσί, μεμνῆσθαι. ὡς δʼ ἂν τάχιστα πᾶσαν ἴδοις τὴν πόλιν τῶν Ἀθηνῶν, μᾶλλον δὲ τὴν Ελλάδα ὅλην καὶ τὰ Ἑλλήνων καλά, ἐγὼ ὑποθήσομαί σοι. ἔστι σοφὸς ἀνὴρ ἐνταῦθα, ἐπιχώριος μέν, ἀποδημήσας δὲ μάλα πολλὰ ἔς τε Ἀσίαν καὶ ἐς Αἴγυπτον καὶ τοῖς ἀρίστοις τῶν ἀνθρώπων συγγενόμενος, τὰ ἄλλα οὐ τῶν πλουσίων, ἀλλὰ καὶ κομιδῇ πένης· ὄψει γέροντα οὕτω δημοτικῶς ἐσταλμένον. πλὴν διά γε τὴν σοφίαν καὶ τὴν ἄλλην ἀρετὴν πάνυ τιμῶσιν αὐτόν, ὥστε καὶ νομοθέτῃ χρῶνται πρὸς τὴν πολιτείαν καὶ ἀξιοῦσι κατὰ τὰ ἐκείνου προστάγματα βιοῦν. εἰ τοῦτον φίλον κτήσαιο καὶ μάθοις οἷος ἀνήρ ἐστι, πᾶσαν νόμιζε τὴν Ἑλλάδα ἐν αὐτῷ ἔχειν καὶ τὸ κεφάλαιον ἤδη ἂν εἰδέναι τῶν τῇδε ἀγαθῶν· ὡς οὐκ ἔστιν ὅ τι ἂν μεῖζόν σοι καλὸν χαρίσασθαι δυναίμην ἢ συστήσας ἐκείνῳ.
6 μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρʼ αὐτόν ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆται σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. εὐφήμει, ἦ δʼ ὅς, ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης. μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ· καὶ ἅμα προσειπὼν τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme