Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
43 Δυσαπόκριτον τοῦτο ἐρωτᾷς.
44 Ἰδοὺ δὴ καὶ ἑτέρως τὸ αὐτὸ ἐπισκόπησον. τί γάρ, εἰ μηδὲ γράμματα γράφοιμεν ἐπὶ τῶν κλήρων, ἀλλά τινα σημεῖα καὶ χαρακτῆρας, οἷα πολλὰ Αἰγύπτιοι γράφουσιν ἀντὶ τῶν γραμμάτων, κυνοκεφάλους τινὰς ὄντας καὶ λεοντοκεφάλους ἀνθρώπους; ἢ ἐκεῖνα μὲν ἐάσωμεν, ἐπείπερ ἀλλόκοτά ἐστι. φέρε δὲ τὰ μονοειδῆ καὶ ἁπλᾶ ἐπιγράψωμεν ὡς οἷόν τε εἰκάσαντες ἀνθρώπους ἐπὶ δυοῖν κλήροιν, δύο ἵππους ἐπὶ δυοῖν καὶ ἀλεκτρυόνας δύο καὶ κύνας δύο, τῷ δὲ ἐνάτῳ λέων ἔστω τοὐπίσημον. ἢν τοίνυν τῷ λεοντοφόρῳ τούτῳ κλήρῳ ἐν ἀρχῇ ἐντύχῃς, πόθεν ἕξεις εἰπεῖν ὅτι οὗτός ἐστιν ὁ τὸν ἔφεδρον ποιῶν. ἢν μὴ παραθεωρήσῃς ἅπαντας ἐπιὼν εἴ τις καὶ ἄλλος λέοντα ἔχει;
44 οὐκ ἔχω ὅ τι σοι ἀποκρίνωμαι, ὦ Λυκῖνε.
45 εἰκότως· οὐδὲ γὰρ εὐπρόσωπον οὐδέν. ὥστε ἢν ἐθέλωμεν ἢ τὸν ἔχοντα τὴν ἱερὰν φιάλην εὑρεῖν ἢ τὸν ἔφεδρον ἢ τὸν ἄριστα ἡγησόμενον ἡμῖν ἐς τὴν πόλιν ἐκείνην τὴν Κόρινθον, ἐπὶ πάντας ἀναγκαίως ἀφιξόμεθα καὶ ἐξετάσομεν ἄκρως πειρώμενοι καὶ ἀποδύοντες καὶ παραθεωροῦντες· μόλις γὰρ ἂν οὕτω τἀληθὲς ἐκμάθοιμεν. καὶ εἴ γέ τις μέλλει σύμβουλός μοι ἀξιόπιστος ἔσεσθαι φιλοσοφίας πέρι, ἥντινα φιλοσοφητέον, οὗτος ἂν εἴη μόνος ὁ τὰ ὑπὸ πασῶν αὐτῶν λεγόμενα εἰδώς, οἱ δʼ ἄλλοι ἀτελεῖς, καὶ οὐκ ἂν πιστεύσαιμι αὐτοῖς, ἔστʼ ἂν καὶ μιᾶς ἀπείρατοι ὦσι· τάχα γὰρ ἂν ἡ ἀρίστη ἐκείνη εἴη. οὐ γὰρ δὴ εἴ τις παραστησάμενος καλὸν ἄνθρωπον λέγοι τοῦτον εἶναι κάλλιστον ἀνθρώπων ἁπάντων, πιστεύσαιμεν ἂν αὐτῷ, ἢν μὴ εἰδῶμεν ὅτι πάντας ἀνθρώπους ἑώρακεν· ἴσως μὲν γὰρ καὶ οὗτος καλός, εἰ δὲ πάντων κάλλιστος, οὐκ ἂν ἔχοι εἰδέναι μὴ ἰδὼν ἅπαντας. ἡμεῖς δὲ οὐκ αὐτὸ μόνον καλοῦ, ἀλλὰ τοῦ καλλίστου δεόμεθα, καὶ ἢν μὴ τοῦτο εὕρωμεν, οὐδὲν ἡμῖν πλέον πεπρᾶχθαι ἡγησόμεθα· οὐ γὰρ ἀγαπήσομεν ὁποιῳδήποτε καλῷ ἐντυχόντες, ἀλλʼ ἐκεῖνο τὸ ἀκρότατον ζητοῦμεν κάλλος, ὅπερ ἀνάγκη ἓν εἶναι.
46 ἀληθῆ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme