Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
48 Εἶτα ἑξῆς Ἐπικούρῳ καὶ τοῖς ἄλλοις. ὡς δὲ οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν ἐννοήσῃς ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ πάντα εἰδέναι τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος, ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ μαθήματα. εἰ δὲ μή, ἀλλὰ Χρύσιππός γε καὶ Ἀριστοτέλης καὶ Πλάτων φαῖεν ἄν, καὶ πρὸ τούτων ὁ Σωκράτης οὐδὲν φαυλότερος αὐτῶν, ὃς ἐκεκράγει πρὸς ἅπαντας οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδ’ ὅλως εἰδέναι τι ἢ τοῦτο μόνον ὅτι οὐκ οἶδεν. λογισώμεθα οὖν ἐξ ἀρχῆς· εἴκοσι τῷ Πυθαγόρᾳ ἐτίθεμεν, εἶτα Πλάτωνι τοσαῦθ' ἕτερα, εἶτα ἑξῆς τοῖς ἄλλοις. πόσα δὴ δὴ Bekker: δ’ MSS. οὖν ταῦτα συντεθέντα ἐν κεφαλαίῳ γένοιτ' ἄν, εἰ δέκα μόνας θεῖμεν τὰς αἱρέσεις ἐν φιλοσοφίᾳ;
48 Ὑπὲρ διακόσια, ὦ Λυκῖνε.
48 Βούλει οὖν ἀφαιρῶμεν τὸ τέταρτον, ὡς πεντήκοντα καὶ ἑκατὸν ἔτη ἱκανὰ εἶναι, ἢ τὸ ἥμισυ ὅλον;
49 Αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο, ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ γενετῆς εὐθὺς ἀρξάμενοι.
49 Τί ἂν ἂν add. Bekker. οὖν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη ὡμολογημένα—ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν;
49 Ναί.
49 Πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες εὐδαιμονήσειν. πρὶν δὲ οὕτω ποιῆσαι, ἐν σκότῳ φασὶν ὀρχοίμεθ' ἂν οἷς ἂν τύχωμεν προσπταίοντες καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτο εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν. πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme