Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
56 ὃ δὲ φής, ὅτι τὰ κεφάλαια ῥᾴδιον ἀκοῦσαι ἁπάσης φιλοσοφίας ἐν ὀλίγῳ μορίῳ ἡμέρας, οἷον ἀρχὰς αὐτῶν καὶ τέλη καὶ τί θεοὺς οἴονται εἶναι, τί ψυχήν, καὶ τίνες μὲν σώματα πάντα φασί, τίνες δὲ καὶ ἀσώματα εἶναι ἀξιοῦσι, καὶ ὅτι οἱ μὲν ἡδονήν, οἱ δὲ τὸ καλὸν ἀγαθὸν καὶ εὔδαιμον τίθενται καὶ τὰ τοιαῦτα, οὑτωσὶ μὲν ἀκούσαντας ἀποφήνασθαι ῥᾴδιον καὶ ἔργον οὐδέν· εἰδέναι δὲ ὅστις ὁ τἀληθῆ λέγων ἐστίν, ὅρα μὴ οὐχὶ μορίου ἐστὶν ἡμέρας, ἀλλὰ πολλῶν ἡμερῶν δέηται. ἢ τί γὰρ ἐκεῖνοι παθόντες ὑπὲρ αὐτῶν τούτων ἑκατοντάδας καὶ χιλιάδας βιβλίων ἕκαστοι συγγεγράφασιν, ὡς πείσαιεν, οἶμαι, ἀληθῆ εἶναι τὰ ὀλίγα ἐκεῖνα καὶ ἅ σοι δοκεῖ ῥᾴδια καὶ εὐμαθῆ; νῦν δὲ μάντεως, οἶμαι, δεήσει σοι κἀνταῦθα πρὸς τὴν αἵρεσιν τῶν κρειττόνων, εἰ μὴ ἀνέχῃ τὴν διατριβήν, ὡς ἀκριβῶς ἑλέσθαι, αὐτὸς ἅπαντα καὶ ὅλον ἕκαστον κατανοήσας· ἐπίτομος γὰρ αὕτη γένοιτʼ ἄν, οὐκ ἔχουσα περιπλοκὰς οὐδʼ ἀναβολάς, εἰ μεταστειλάμενος τὸν μάντιν ἀκούσας τῶν κεφαλαίων ἁπάντων σφαγιάζοιο ἐφʼ ἑκάστοις· ἀπαλλάξει γάρ σε ὁ θεὸς μυρίων πραγμάτων δείξας ἐν τῷ τοῦ ἱερείου ἥπατι ἅτινά σοι αἱρετέον.
57 εἰ δὲ βούλει, καὶ ἄλλο τι ἀπραγμονέστερον ὑποθήσομαί σοι, ὡς μὴ ἱερεῖα καταθύῃς ταυτὶ καὶ θυσιάζῃς τῳ μηδὲ ἱερέα τινὰ τῶν μεγαλομίσθων παρακαλῇς, ἀλλʼ ἐς κάλπιν ἐμβαλὼν γραμμάτια ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε παῖδα τῶν ἀνήβων ἀμφιθαλῆ τινα, προσελθόντα πρὸς τὴν κάλπιν, ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν κατὰ τὸν λαχόντα ἐκεῖνον, ὅστις ἂν ᾖ, φιλοσόφει.
58 ταυτὶ μέν, ὦ Λυκῖνε, βωμολοχικὰ καὶ οὐ κατὰ σέ. σὺ δὲ εἰπέ μοι, ἤδη ποτὲ οἶνον ἐπρίω αὐτός;
58 καὶ μάλα πολλάκις.
58 ἆρʼ οὖν περιῄεις ἅπαντας ἐν κύκλῳ τοὺς ἐν τῇ πόλει καπήλους ἀπογευόμενος καὶ παραβάλλων καὶ ἀντεξετάζων τοὺς οἴνους;
58 οὐδαμῶς.
58 χρὴ γάρ, οἶμαι, σοι τῷ πρώτῳ χρηστῷ καὶ ἀξίῳ ἐντυχόντι ἀποφέρεσθαι.
58 νὴ Δία.
58 καὶ ἀπό γε τοῦ ὀλίγου ἐκείνου γεύματος εἶχες ἂν εἰπεῖν ὁποῖος ἅπας ὁ οἶνός ἐστιν;
58 εἶχον γάρ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme