Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
52 Καὶ ποῦ τοῦτο ἤκουσας ἐμοῦ λέγοντος; ἐγὼ γὰρ οὐχ ὡς οὐ φιλοσοφητέον φημί, ἀλλ’ ἐπείπερ φιλοσοφητέον ὁδοί τε πολλαί εἰσιν ἐπὶ φιλοσοφίαν ἑκάστη καὶ ἀρετὴν ἄγειν φάσκουσαι, ἡ δ’ ἀληθὴς ἐν αὐταῖς ἄδηλος, ἀκριβῆ ποιήσασθαι τὴν διαίρεσιν. ἀδύνατον δέ γε ἡμῖν ἐφαίνετο πολλῶν προτεθέντων ἑλέσθαι τὸ ἄριστον εἰ μὴ ἐπὶ πάντα ἴοι τις πειρώμενος· εἶτά πως μακρὰ ἡ πεῖρα ὤφθη. σὺ δὲ πῶς ἀξιοῖς; αὖθις γὰρ ἐρήσομαι—ὅτῳ ἂν πρώτῳ ἐντύχῃς, τούτῳ ἕψῃ καὶ συμφιλοσοφήσεις κἀκεῖνος ἕρμαιον ποιήσεταί σε;
53 Καὶ τί σοι ἀποκριναίμην ἄν ἔτι, ὃς οὔτε αὐτόν τινα κρίνειν οἷόν τε εἶναι φής, ἤν μὴ φοίνικος ἔτη βιώσῃ πάντας ἐν κύκλῳ περιιὼν καὶ πειρώμενος οὔτε τοῖς προπεπειραμένοις πιστεύειν ἀξιοῖς οὔτε τοῖς πολλοῖς ἐπαινοῦσιν καὶ μαρτυροῦσιν;
53 Τίνας φὴς τοὺς πολλοὺς εἰδότας καὶ πεπειραμένους ἁπάντων; εἰ γάρ τις τοιοῦτός ἐστιν, ἱκανὸς ἔμοιγε καὶ εἷς, καὶ οὐκέτι πολλῶν δεήσει. ἢν δὲ τοὺς οὐκ εἰδότας λέγῃς, οὐδέν τι τὸ πλῆθος αὐτῶν προσάξεταί με πιστεύειν ἄχρι ἂν ἢ μηδὲν ἢ ἓν εἰδότες περὶ ἁπάντων ἀποφαίνωνται.
53 Μόνος δὲ σὺ τἀληθὲς κατεῖδες, οἱ δὲ ἄλλοι ἀνόητοι ἅπαντες ὅσοι φιλοσοφοῦσιν.
53 Καταψεύδῃ μου, ὦ Ἑρμότιμε, λέγων ὡς ἐγὼ προτίθημί πῃ ἐμαυτὸν τῶν ἄλλων ἢ τάττω ὅλως ἐν τοῖς εἰδόσι, καὶ οὐ μνημονεύεις ὧν ἔφην, οὐκ αὐτὸς εἰδέναι τἀληθὲς ὑπὲρ τοὺς ἄλλους διατεινόμενος ἀλλὰ μετὰ πάντων αὐτὸ ἀγνοεῖν ὁμολογῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme