60
πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύματος εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε, ἀλλʼ ἀεὶ ἔτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ ὥσπερ ὁ οἶνος ἀεὶ ὁ αὐτὸς ἦν. ὥστε, ὦ ἑταῖρε, ἢν μὴ ὅλον ἐκπίῃς τὸν πίθον, καὶ ἄλλως μεθύων περιῄεις· ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι ὁ θεὸς κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, ἢ οὔποτʼ ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον, ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ χρᾶν τοῖς προσιοῦσιν. ἀλλʼ οὐχ οὕτως ἔχειν ἔοικε· σύ γʼ οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς ἐνάρχεσθαι ἔτι ἔλεγες.
61
ὅρα τοίνυν μὴ τῷδε μᾶλλον φιλοσοφία ἔοικεν· ὁ μὲν γὰρ πίθος ἔτι μενέτω σοὶ καὶ ὁ κάπηλος, ἐνέστω δὲ μὴ οἶνος, ἀλλὰ πανσπερμία τις, πυρὸς ὑπεράνω καὶ μετὰ τοῦτον κύαμοι, εἶτα κριθαὶ καὶ ὐπὸ ταύταις φακοί, εἶτα ἐρέβινθοι καὶ ἄλλα ποικίλα. πρόσει δὴ σὺ ὠνήσασθαι ἐθέλων τῶν σπερμάτων, καὶ ὃς ἀφελὼν τοῦ πυροῦ, οὗπερ ἦν, ἀνέδωκέ σοι δεῖγμα ἐς τὴν χεῖρα, ὡς ἴδοις, ἆρα οὖν ἔχοις ἂν εἰπεῖν εἰς ἐκεῖνο ἀποβλέπων εἰ καὶ οἱ ἐρέβινθοι καθαροὶ καὶ οἱ φακοὶ εὐτακεῖς καὶ οἱ κύαμοι οὐ διάκενοι;
61
οὐδαμῶς.