Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
61 οὐ τοίνυν οὐδὲ φιλοσοφίαν ἀφʼ ἑνὸς ὧν φησει τις τοῦ πρώτου, μάθοις ἂν ἅπασαν ὁποία ἐστίν· οὐ γὰρ ἕν τι ἦν ὥσπερ ὁ οἶνος, ᾧπερ σὺ αὐτὴν ἀπεικάζεις ἀξιῶν ὁμοίαν εἶναι τῷ γεύματι, τὸ δὲ ἑτεροῖόν τι ὤφθη οὐ παρέργου τῆς ἐξετάσεως δεόμενον. οἶνον μὲν γὰρ φαῦλον πρίασθαι ἐν δυοῖν ὀβολοῖν ὁ κίνδυνος, αὐτὸν δέ τινα ἐν τῷ συρφετῷ παραπολεῖσθαι, ὡς καὶ αὐτὸς ἐν ἀρχῇ ἔφησθα, οὐ μικρὸν εἶναι κακόν. ἄλλως τε ὁ μὲν ὅλον ἀξιῶν ἐκπιεῖν τὸν πίθον, ὡς κοτύλην πρίαιτο, ζημιώσαι ἂν τὸν κάπηλον οὕτως ἀπίθανα γευόμενος, φιλοσοφία δὲ οὐδὲν ἂν τοιοῦτο πάθοι, ἀλλὰ κἂν ὅτι πάμπολλα πίῃς, οὐδέν τι ἐλάττων ὁ πίθος γίγνεται οὐδὲ ζημιώσεται ὁ κάπηλος· ἐπιρρεῖ γὰρ κατὰ τὴν παροιμίαν τὸ πρᾶγμα ἐξαντλούμενον ἐς τὸ ἔμπαλιν ἢ ὁ τῶν Δαναΐδων πίθος· ἐκεῖνος μὲν γὰρ τὸ ἐμβαλλόμενον οὐ συνεῖχεν, ἀλλὰ διέρρει εὐθύς, ἐντεῦθεν δὲ ἢν ἀφέλῃς τι, πλεῖον· τὸ λοιπὸν γίγνεται.
62 ἐθέλω δέ σοι καὶ ἄλλο ὅμοιον εἰπεῖν φιλοσοφίας περὶ γεύματος, καὶ μή με νομίσῃς βλασφημεῖν περὶ αὐτῆς, ἢν εἴπω ὅτι φαρμάκῳ ὀλεθρίῳ ἔοικεν, οἷον κωνείῳ ἢ ἀκονίτῳ ἢ ἄλλῳ τῶν τοιούτων· οὐδὲ γὰρ ταῦτα, ἐπείπερ θανατηφόρα ἐστίν, ἀποκτείνειεν ἄν, εἴ τις ὀλίγον ὅσον ἀκαριαῖον ἀποξύσας αὐτῶν ἄκρῳ τῷ ὄνυχι ἀπογεύσαιτο, ἀλλὰ ἢν μὴ τοσοῦτον ὅσον χρή, καὶ ὅπως καὶ ξὺν οἷς, οὐκ ἂν ἀποθάνοι ὁ προσενεγκάμενος· σὺ δὲ ἠξίους τοὐλάχιστον ἐξαρκεῖν, ὡς ἀποτελέσαι τὴν τοῦ ὅλου γνῶσιν.
63 ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν; ἑκατὸν ἔτη χρὴ βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι πράγματα; ἢ οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν;
63 οὐ γάρ, ὦ Ἑρμότιμε· καὶ δεινὸν οὐδέν, εἴ γε ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδʼ ὅ τι παθὼν ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν ἥλιον δῦναι Χρύσιππος ἢ Πλάτων ἢ Πυθαγόρας γένοιο.
63 περιέρχῃ με, ὦ Λυκῖνε, καὶ συνελαύνεις ἐς στενὸν οὐδὲν ὑπʼ ἐμοῦ δεινὸν παθών, ὑπὸ φθόνου δηλαδή, ὅτι ἐγὼ μὲν προὔκοπτον ἐν τοῖς μαθήμασι, σὺ δὲ ὠλιγώρησας ἑαυτοῦ τηλικοῦτος ὤν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme