74
Ὃ δέ φημι, σαφέστερον ἂν μάθοις, ἤν τι τοιοῦτον ὅμοιον παραθεωρήσῃς αὐτῷ· λέγοντος γάρ τινος τῶν μεγαλοτόλμων τούτων ποιητῶν, ὡς γένοιτό ποτε τρικέφαλος καὶ ἑξάχειρ ἄνθρωπος, ἂν τὸ πρῶτον ταῦτα ἀπραγμόνως ἀποδέξῃ μὴ ἐξετάσας εἰ δυνατόν, ἀλλὰ πιστεύσας, εὐθὺς ἀκολούθως ἂν ἐπάγοι τὰ λοιπά, ὡς καὶ ὀφθαλμοὺς ὁ αὐτὸς εἶχεν ἓξ καὶ ὦτα ἓξ καὶ φωνὰς τρεῖς ἅμα ἠφίει καὶ ἤσθιεν διὰ τριῶν στομάτων καὶ δακτύλους τριάκοντα εἶχεν, οὐχ ὥσπερ ἕκαστος ἡμῶν δέκα ἐν ἀμφοτέραις ταῖς χερσί· καὶ εἰ πολεμεῖν δέοι, αἱ τρεῖς μὲν χεῖρες ἑκάστη πέλτην ἢ γέρρον ἢ ἀσπίδα εἶχον, αἱ τρεῖς δὲ ἡ μὲν πέλεκυν κατέφερεν, ἡ δὲ λόγχην ἠφίει, ἡ δὲ τῷ ξίφει ἐχρῆτο. καὶ τίς ἔτι ἂν ἀπιστήσειε ταῦτα λέγοντι αὐτῷ; ἀκόλουθα γὰρ τῇ ἀρχῇ, περὶ ᾗς ἐχρῆν εὐθὺς σκοπεῖν εἴπερ παραδεκτέα παραδεκτέα Cobet: δεκτέα MSS. καὶ εἰ συγχωρητέα οὕτως ἔχειν. ἢν δὲ ἅπαξ ἐκεῖνα δῷς, ἐπιρρεῖ τὰ λοιπὰ καὶ οὔποτε στήσεται καὶ τὸ ἀπιστεῖν αὐτοῖς οὐκέτι ῥᾴδιον, ἐπείπερ ἀκόλουθα καὶ ὅμοιά ἐστιν τῇ συγχωρηθείσῃ ἀρχῇ· ἅπερ καὶ ὑμεῖς πάσχετε. ὑπὸ γὰρ δὴ ἔρωτος καὶ προθυμίας οὐκ ἐξετάσαντες τὰ κατὰ τὴν εἴσοδον ἑκάστην ὅπως ὑμῖν ἔχει, προχωρεῖτε ὑπὸ τῆς ἀκολουθίας ἑλκόμενοι, οὐκ ἐννοοῦντες εἴ τι γένοιτο ἂν ἀκόλουθόν τι αὑτῷ καὶ ψεῦδος ὄν· οἷον, εἴ τις λέγοι τὰ δὶς πέντε ἑπτὰ εἶναι καὶ σὺ πιστεύσειας αὐτῷ μὴ ἀριθμήσας ἐπὶ σαυτοῦ, ἐπάξει δηλαδὴ ὅτι καὶ τετράκις πέντε τετταρεσκαίδεκα πάντως ἐστὶ καὶ μέχρι ἂν ὅτου ἐθελήσῃ. οἷα καὶ ἡ θαυμαστὴ γεωμετρία ποιεῖ—κἀκείνη γὰρ τοὺς ἐν ἀρχῇ ἀλλόκοτά τινα αἰτήματα αἰτήσασα καὶ συγχωρηθῆναι αὐτῇ ἀξιώσασα οὐδὲ συστῆναι δυνάμενα—σημεῖά τινα ἀμερῆ καὶ γραμμὰς ἀπλατεῖς καὶ τὰ τοιαῦτα, ἐπὶ σαθροῖς τοῖς θεμελίοις τούτοις οἰκοδομεῖ τὰ τοιαῦτα καὶ ἀξιοῖ εἰς ἀπόδειξιν ἀληθῆ λέγειν ἀπὸ ψευδοῦς τῆς ἀρχῆς ὁρμωμένη.