Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
17 Ὁρᾷς ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές. ἀλλ’ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσεν καὶ κατὰ τὰ ὑπ' ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων. οὐ γὰρ ἀξιῶ πιστεῦσαί σοι So Fritzsche: κρειττόνων ἀξίων. οὐ γὰρ πιστεῦσαί σοι (πιστεῦσαί τι G) MSS. τοιαῦτα λέγοντι.
18 Ἀλλ' οἶσθα, ὦ Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον ἐπίστευον ἀλλὰ καὶ ἐμαυτῷ. ἑώρων γὰρ αὐτοὺς κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς, φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδ’ αὖ πάνυ ἐς τὸ ἀδιάφορον ὑπερεκπῖπτον ὡς ἔκπληκτον εἶναι καὶ κυνικὸν ἀτεχνῶς, ἀλλ’ ἐπὶ τοῦ μέσου καταστήματος, ὃ δὴ ἄριστον ἅπαντες εἶναί φασιν.
18 Ἆρ' οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτοὺς ἃ μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν διδάσκαλον, ὦ Ἑρμότιμε, πράττοντα; οἷον δανείζοντας καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα ἐπιδείκνυνται; ἢ τούτων ὀλίγον σοι μέλει, ἄχρι ἂν εὐσταλὴς ἡ ἀναβολὴ καὶ ὁ πώγων βαθὺς καὶ ἐν χρῷ ἡ κουρά; καὶ πρὸς τὸ λοιπὸν ἄρα ἔχωμεν τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων, ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίστους, ὃς δ’ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς ᾖ καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος καὶ ἀποβλητέος;
19 ἀλλ’ ὅρα μὴ καὶ ταῦτα, ὦ Ἑρμότιμε, παίζεις πρός με πειρώμενος εἰ ἐξαπατώμενος συνίημι.
19 Διὰ τί τοῦτ' ἔφησθα;
19 Ὅτι, ὦγαθέ, ἀνδριάντων ταύτην ἐξέτασιν λέγεις τὴν ἀπὸ τῶν σχημάτων. παρὰ πολὺ γοῦν ἐκεῖνοι εὐσχημονέστεροι καὶ τὰς ἀναβολὰς κοσμιώτεροι, Φειδίου τινὸς ἢ Ἀλκαμένους ἢ Μύρωνος πρὸς τὸ εὐμορφότατον εἰκάσαντος. εἰ δὲ καὶ ὅτι μάλιστα χρὴ τεκμαίρεσθαι τοῖς τοιούτοις, τί ἂν πάθοι τις, εἰ τυφλὸς ὢν ἐπιθυμοίη φιλοσοφεῖν; τῷ διαγνῷ τὸν τὴν ἀμείνω προαίρεσιν προῃρημένον οὔτε σχῆμα οὔτε βάδισμα ὁρᾶν δυνάμενος;
19 Ἀλλ' ἔμοιγε οὐ πρὸς τυφλοὺς ὁ λόγος, ὦ Λυκῖνε, οὐδέ μοι μέλει τῶν τοιούτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme