Thesauros Literature satire Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί Lucian of Samosata
33 Ἐμέ, ὦ βασιλεῦ, εἰ δοκεῖ, σατράπην τῆς Ἑλλάδος κατάλιπε. δειλὸς γάρ εἰμι καὶ τῶν οἴκοι πολὺ ἀπελθεῖν οὐκ ἂν ἡδέως ὑπομείναιμι. σὺ δὲ ἔοικας ἐπὶ Ἀρμενίους καὶ Παρθυαίους ἐλάσειν μάχιμα φῦλα καὶ τὴν τοξικὴν εὔστοχα. ὥστε ἄλλῳ παραδοὺς τὸ δεξιὸν ἐμὲ Ἀντίπατρόν τινα ἔασον ἐπὶ τῆς Ἑλλάδος, μή με καὶ διαπείρῃ τις οἰστῷ ἄθλιον βαλὼν ἐς τὰ γυμνὰ περὶ Σοῦσα ἢ Βάκτρα ἡγούμενόν σοι τῆς φάλαγγος.
33 Ἀποδιδράσκεις, ὦ Λυκῖνε, τὸν κατάλογον δειλὸς ὤν. ὁ δὲ νόμος ἀποτετμῆσθαι τὴν κεφαλήν, εἴ τις λιπὼν φαίνοιτο τὴν τάξιν. ἀλλ’ ἐπεὶ κατὰ τὸν Εὐφράτην ἤδη ἐσμὲν καὶ ὁ ποταμὸς ἔζευκται καὶ κατόπιν ὁπόσα διεληλύθαμεν ἀσφαλῶς ἔχει καὶ πάντα ὕπαρχοι κατέχουσιν ὑπ' ἐμοῦ ἑκάστῳ ἔθνει ἐπεισαχθέντες, οἱ δὲ καὶ ἀπίασι τὴν Φοινίκην ἡμῖν ἐν τούτῳ καὶ τὴν Παλαιστίνην εἶτα καὶ τὴν Αἴγυπτον προσαξόμενοι,
34 σὺ πρῶτος, ὦ Λυκῖνε, διάβαινε τὸ δεξιὸν ἄγων, εἶτα ἐγὼ καὶ μετ' ἐμὲ ὁ Τιμόλαος· ἐπὶ πᾶσι δὲ τὸ ἱππικὸν ἄγε σύ, ὦ Ἀδείμαντε. καὶ διὰ μὲν τῆς Μεσοποταμίας οὐδεὶς ἀπήντηκεν ἡμῖν πολέμιος, ἀλλὰ ἑκόντες αὑτούς τε καὶ τὰς ἀκροπόλεις ἅνθρωποι ἅνθρωποι Fritzsche: ἄνθρωποι MSS. ἐνεχείρισαν, καὶ ἐπὶ Βαβυλῶνα ἐλθόντες ἀπροσδόκητοι παρήλθομεν εἰς τὸ εἴσω τῶν τειχῶν καὶ ἔχομεν τὴν πόλιν. ὁ βασιλεὺς δὲ περὶ Κτησιφῶντα διατρίβων ἤκουσε τὴν ἔφοδον, εἶτα εἰς Σελεύκειαν παρελθὼν παρασκευάζεται ἱππέας τε ὅτι πλείστους μεταπεμπόμενος καὶ τοξότας καὶ σφενδονήτας. ἀπαγγέλλουσι δ’ οὖν οἱ σκοποὶ ἀμφὶ τὰς ἑκατὸν ἤδη μυριάδας τοῦ μαχίμου συνειλέχθαι καὶ τούτων εἴκοσιν ἱπποτοξότας, καίτοι οὔπω ὁ Ἀρμένιος πάρεστιν οὔτε οἱ κατὰ τὴν Κασπίαν θάλατταν οἰκοῦντες οὔτε οἱ ἀπὸ Βάκτρων, ἀλλ’ ἐκ τῶν πλησίον καὶ προαστείων τῆς ἀρχῆς· οὕτω ῥᾳδίως τοσαύτας μυριάδας κατέλεξε. κατέλεξε Pellet: κατέαξε MSS. καιρὸς οὖν ἤδη σκοπεῖν ἡμᾶς ὅ τι χρὴ ποιεῖν.
35 Ἀλλ' ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.
35 Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme