35
ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους, μηδὲ περιμένειν ἔστʼ ἂν ἄμεινον παρασκευάσωνται πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλʼ ἕως ἔτι καθʼ ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν αὐτοῖς.
35
εὖ λέγεις. σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;
35
ἐγώ σοι φράσω· ἐπειδὴ κεκμήκαμεν συντόνως ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ, καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς ἀνατετραμμένης στήλης καθίσαντας ἀναπαύσασθαι, εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν ἐς τὸ ἄστυ.
35
ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου διασκοπούμενος;
35
εὖ γε ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ οὐ παραποφανεῖσθαι τὴν γνώμην.
36
πρόσιμεν δή, εἴ σοι δοκεῖ. καὶ ὅπως ἄνδρες ἀγαθοὶ ἐν τοῖς κινδύνοις ἔσεσθε μηδὲ προδώσετε τὸ πάτριον φρόνημα· ἤδη γάρ που καὶ οἱ πολέμιοι ἐπιλαμβάνουσιν. ὥστε τὸ μὲν σύνθημα ἔστω Ἐνυάλιος· ὑμεῖς δὲ ἐπειδὰν σημάνῃ ὁ σαλπιγκτής, ἀλαλάξαντες καὶ τὰ δόρατα κρούσαντες πρὸς τὰς ἀσπίδας ἐπείγεσθε συμμῖξαι τοῖς ἐναντίοις καὶ ἐντὸς γενέσθαι τῶν τοξευμάτων, ὡς μηδὲ πληγὰς λαμβάνωμεν ἀκροβολίζεσθαι αὐτοῖς διδόντες· καὶ ἐπειδὴ ἐς χεῖρας ἤδη συνεληλύθαμεν, τὸ μὲν εὐώνυμον καὶ ὁ Τιμόλαος ἐτρέψαντο τοὺς καθʼ αὑτοὺς Μήδους ὄντας, τὸ δὲ κατʼ ἐμὲ ἰσόπαλον ἔτι, Πέρσαι γάρ εἰσι καὶ ὁ βασιλεὺς ἐν αὐτοῖς· ἡ δὲ ἵππος ἅπασα τῶν βαρβάρων ἐπὶ τὸ δεξιὸν ἡμῶν ἐλαύνουσιν, ὥστε, ὦ Λυκῖνε, αὐτός τε ἀνὴρ ἀγαθὸς γίγνου καὶ τοῖς μετὰ σαυτοῦ παρακελεύου δέχεσθαι τὴν ἐπέλασιν.
37
ὢ τῆς τύχης· ἐπʼ ἐμὲ γὰρ οἱ ἱππεῖς ἅπαντες καὶ μόνος ἐπιτήδειος αὐτοῖς ἔδοξα ἐπελαύνεσθαι. καί μοι δοκῶ, ἢν βιάζωνται, αὐτομολήσειν προσδραμὼν ἐς τὴν παλαίστραν ἔτι πολεμοῦντας ὑμᾶς καταλιπών.
37
μηδαμῶς· κρατεῖς γὰρ αὐτῶν καὶ σὺ ἤδη τὸ μέρος. ἐγὼ δέ, ὡς ὁρᾷς, καὶ μονομαχήσω πρὸς τὸν βασιλέα· προκαλεῖται γάρ με καὶ ἀναδῦναι πάντως αἰσχρόν.
37
νὴ Δία καὶ τετρώσῃ αὐτίκα μάλα πρὸς αὐτοῦ· βασιλικὸν γὰρ καὶ τὸ τρωθῆναι περὶ τῆς ἀρχῆς μαχόμενον.