Thesauros Literature satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

Book 22

4 Ῥᾷστ', ὦ Ἀντισθένες· ὁ μὲν γὰρ ἐπήλαυνεν εἰκοσάπηχύν τινα κοντὸν προβεβλημένος, ὁ Θρᾷξ δ’ ἐπειδὴ τῇ πέλτῃ παρεκρούσατο ἀπεκρούσατο β. τὴν προσβολὴν καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή, ἐς τὸ γόνυ ὀκλάσας δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν καὶ τιτρώσκει τὸν ἵππον ὑπὸ τὸ στέρνον ὑπὸ θυμοῦ καὶ σφοδρότητος ἑαυτὸν διαπείραντα· διελαύνεται δὲ καὶ ὁ Ἀρσάκης ἐκ τοῦ βουβῶνος διαμπὰξ ἄχρι ὑπὸ τὴν πυγήν. ὁρᾷς οἷόν τι ἐγένετο, οὐ τοῦ ἀνδρός, ἀλλὰ τοῦ ἵππου μᾶλλον τὸ ἔργον. ἠγανάκτει δ’ ὅμως ὁμότιμος ὢν τοῖς ἄλλοις καὶ ἠξίου ἱππεὺς κατιέναι.
5 ὁ δέ γε Ὀροίτης καὶ πάνυ ἁπαλὸς ἦν τὼ πόδε καὶ οὐδ’ ἑστάναι χαμαί, οὐχ ὅπως βαδίζειν ἐδύνατο· πάσχουσι δ’ αὐτὸ ἀτεχνῶς Μῆδοι πάντες, ἢν ἐπὴν β. ἀποβῶσι τῶν ἵππων· ὥσπερ οἱ ἐπὶ τῶν ἀκανθῶν οἱ . . . ἀκανθῶν β: ἐπὶ τῶν ἀκανθῶν βαίνοντες γ. ἀκροποδητὶ μόλις βαδίζουσιν. ὥστε ἐπεὶ καταβαλὼν ἑαυτὸν ἔκειτο καὶ οὐδεμιᾷ μηχανῇ ἀνίστασθαι ἤθελεν, ὁ βέλτιστος Ἑρμῆς ἀράμενος αὐτὸν ἐκόμισεν ἄχρι πρὸς τὸ πορθμεῖον, ἐγὼ δὲ ἐγέλων.
6 Κἀγὼ δὲ ὁπότε κατῄειν, οὐδ’ ἀνέμιξα ἐμαυτὸν τοῖς ἄλλοις, ἀλλ’ ἀφεὶς οἰμώζοντας αὐτοὺς προδραμὼν ἐπὶ τὸ πορθμεῖον προκατέλαβον χώραν, ὡς ἂν ἐπιτηδείως πλεύσαιμι· καὶ παρὰ τὸν πλοῦν οἱ μὲν ἐδάκρυόν τε καὶ ἐναυτίων, ἐγὼ δὲ μάλα ἐτερπόμην ἐπ' αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme